Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

6.3 ἐκεῖ δʼ ὑπομένοντας ἐκδέχεσθαι τὸν καιρόν, ὅτε αἱ Ῥωμαίων τε καὶ Ἀλβανῶν δυνάμεις ἐκλιποῦσαι τοὺς χάρακας ἐπὶ τὸν ἀγῶνα προελεύσονται, ʽτοῦτον δὲ φανερὸν ποιεῖν αὐτοῖς ἔμελλον διὰ συμβόλων σκοποί τινες ἐν τοῖς ὄρεσι λοχῶντεσʼ ὅταν δὲ ἀρθῇ τὰ σημεῖα λαβόντας τὰ ὅπλα χωρεῖν ἐπʼ αὐτοὺς ἔδει πάντας κατὰ τάχος, ʽἦν δὲ οὐ πολλὴ ἡ ἐπὶ τοὺς χάρακας ἀπὸ Φιδήνης φέρουσα ὁδός, ἀλλʼ ὅσον ἢ δυσὶν ὥραις ἢ τρισὶν ἀνυσθῆναι τὸ μακρότατονʼ ἐπιφανέντας δὲ τῷ ἀγῶνι τέλος ἤδη ἔχοντι ὥσπερ εἰκὸς μηδὲν ἡγεῖσθαι φίλιον, ἀλλʼ ἐάν τε Ἀλβανοὶ νικῶσιν ἐάν τε Ῥωμαῖοι κτείνειν τοὺς κεκρατηκότας αὐτῶν. ταῦτα ἦν ἃ διέγνωστο πράττειν τοῖς προεστηκόσι τῶν πόλεων.
6.4 εἰ μὲν οὖν θρασύτερον ἐπὶ τὸν ἀγῶνα ὥρμησαν Ἀλβανοὶ Ῥωμαίων καταφρονήσαντες καὶ μιᾷ κρῖναι μάχῃ τὰ ὅλα διέγνωσαν, οὐθὲν ἂν τὸ κωλῦον ἦν τόν τε κατασκευασθέντα δόλον ἐπʼ αὐτοῖς λεληθέναι καὶ διεφθάρθαι τὰ στρατεύματα αὐτῶν ἀμφότερα· νῦν δὲ ἡ διατριβὴ τοῦ πολέμου παράδοξος ἅπασι γενομένη καὶ ὁ χρόνος ἐν ᾧ παρεσκευάζοντο πολὺς ἐφελκυσθεὶς διέχεεν αὐτῶν τὰ βουλεύματα. τῶν γὰρ ἐκ τῆς συνωμοσίας τινές, εἴτε οἰκεῖα κέρδη περιβαλέσθαι ζητοῦντες εἴτε τοῖς κορυφαιοτάτοις τῶν σφετέρων καὶ τὸ ἔργον εἰσηγησαμένοις φθονοῦντες εἴτε μήνυσιν ἑτέρων δεδιότες, ὅ τι πολλοῖς συνέβη παθεῖν ἐν ταῖς πολυανθρώποις καὶ χρονιζομέναις συνωμοσίαις, εἴτε ὑπὸ θείας ἀναγκαζόμενοι γνώμης οὐκ ἀξιούσης ἔργον ἀνόσιον εἰς εὐτυχὲς κατασκῆψαι τέλος μηνυταὶ γίνονται τοῖς πολεμίοις τοῦ δόλου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi