Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

1.1 τελευτήσαντος δὲ Πομπιλίου γενομένη πάλιν· ἡ βουλὴ τῶν κοινῶν κυρία μένειν ἔγνω ἐπὶ τῆς αὐτῆς πολιτείας, οὐδὲ τοῦ δήμου γνώμην λαβόντος ἑτέραν, καὶ καθίστησιν ἐκ τῶν πρεσβυτέρων τοὺς ἄρξοντας τὴν μεσοβασίλειον ἀρχὴν εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμόν, ὑφʼ ὧν ἀποδείκνυται βασιλεύς, ὸν ἅπας ὁ δῆμος ἠξίου, Τύλλος Ὁστίλιος γένους ὢν τοιοῦδε·
1.2 ἐκ πόλεως Μεδυλλίας, ἣν Ἀλβανοὶ μὲν ἔκτισαν, Ῥωμύλος δὲ κατὰ συνθήκας παραλαβὼν Ῥωμαίων ἐποίησεν ἀποικίαν, ἀνὴρ εὐγενὴς καὶ χρήμασι δυνατὸς Ὁστίλιος ὄνομα μετενεγκάμενος εἰς Ῥώμην τὸν βίον ἄγεται γυναῖκα ἐκ τοῦ Σαβίνων γένους Ἑρσιλίου θυγατέρα τὴν ὑφηγησαμένην ταῖς ὁμοεθνέσι πρεσβεῦσαι πρὸς τοὺς πατέρας ὑπὲρ τῶν ἀνδρῶν, ὅτε Σαβῖνοι Ῥωμαίοις ἐπολέμουν, καὶ τοῦ συνελθεῖν εἰς φιλίαν τοὺς ἡγεμόνας αἰτιωτάτην γενέσθαι δοκοῦσαν. οὗτος ὁ ἀνὴρ πολλοὺς συνδιενέγκας Ῥωμύλῳ πολέμους καὶ μεγάλα ἔργα ἀποδειξάμενος ἐν ταῖς πρὸς Σαβίνους μάχαις, ἀποθνήσκει καταλιπὼν παιδίον μονογενὲς καὶ θάπτεται πρὸς τῶν βασιλέων ἐν τῷ κρατίστῳ τῆς ἀγορᾶς τόπῳ στήλης ἐπιγραφῇ τὴν ἀρετὴν μαρτυρούσης ἀξιωθείς.
1.3 ἐκ δὲ τοῦ μονογενοῦς παιδὸς εἰς ἄνδρας ἀφικομένου καὶ γάμον ἐπιφανῆ λαβόντος υἱὸς γίνεται Τύλλος Ὁστίλιος ἀνὴρ δραστήριος, ὃς ἀπεδείχθη βασιλεὺς ψήφῳ τε πολιτικῇ διενεχθείσῃ περὶ αὐτοῦ κατὰ νόμους καὶ τοῦ δαιμονίου δι’ οἰωνῶν αἰσίων ἐπικυρώσαντος τὰ δόξαντα τῷ δήμῳ. ἔτος δὲ ἦν ἐν ᾧ τὴν ἡγεμονίαν παρέλαβεν ὁ δεύτερος ἐνιαυτὸς τῆς ἑβδόμης καὶ εἰκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Εὐρυβάτης Ἀθηναῖος ἄρχοντος Ἀθήνησι Λεωστράτου.
1 / 131 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi