Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 20

12.2 ταραχθεὶς δὲ διὰ τὴν ὄψιν καὶ μεγάλην ἔσεσθαι συμφορὰν μαντευόμενος — ἤδη γὰρ αὐτῷ καὶ πρότερον τοιαύτην ὄψιν ἐνυπνίου θεασαμένῳ δεινή τις συνέβη δυσποτμία — ἐβούλετο μὲν ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, οὐκ ἴσχυσε δὲ νικῆσαι τὴν πεπρωμένην ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν καὶ μὴ μεθεῖναι τὸν καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων. Vales. Ambr.
12.3 ἀναβάντων δὲ τῶν σὺν τῷ Πύρρῳ μετὰ τῶν ἐλεφάντων αἴσθησιν οἱ Ῥωμαῖοι λαβόντες σκυμνίον ἐλέφαντος τιτρώσκουσιν, ὃ πολλὴν ἀκοσμίαν τοῖς Ἕλλησιν ἐνεποίησε καὶ φυγήν· οἱ δὲ Ῥωμαῖοι δύο μὲν ἐλεφάντας ἀποκτείνουσιν, ὀκτὼ δὲ κατακλείσαντες εἰς χωρίον ἀνέξοδον παραδόντων τῶν ἐπʼ αὐτοῖς Ἰνδῶν ζῶντας παραλαμβάνουσι, τῶν δὲ στρατιωτῶν πολὺν φόνον ἐργάζονται. Ambr.
13.1 ὁ ὕπατος Φαβρίκιος τιμητὴς γενόμενος ἄνδρα δυσὶ μὲν ὑπατείαις, μιᾷ δὲ δικτατωρείᾳ κεκοσμημένον, Πόπλιον Κορνήλιον Ῥουφῖνον, ἐξέβαλεν ἐκ τοῦ συνεδρίου τῆς βουλῆς, ὅτι πρῶτος ἐν ἀργυρῶν ἐκπωμάτων κατασκευῇ πολυτελὴς ἔδοξε γενέσθαι, δέκα λίτρας ἐκπωμάτων κτησάμενος· αὗται δʼ εἰσὶν. ὀλίγῳ πλείους ὀκτὼ μνῶν Ἀττικῶν. Ambr.
13.2 Ἀθηναῖοι μὲν δόξης ἔτυχον, ὅτι τοὺς ῥᾳθύμους καὶ ἀργοὺς καὶ μηδὲν ἐπιτηδεύοντας τῶν χρησίμων ὡς ἀδικοῦντας τὸ κοινὸν ἐζημίουν, Λακεδαιμόνιοι δέ, ὅτι τοῖς πρεσβυτάτοις ἐπέτρεπον τοὺς ἀκοσμοῦντας τῶν πολιτῶν ἐν ὁτῳδήτινι τῶν δημοσίων τόπῳ ταῖς βακτηρίαις παίειν· τῶν δὲ κατʼ οἰκίαν γενομένων οὔτε πρόνοιαν οὔτε φυλακὴν ἐποιοῦντο, τὴν αὔλειον θύραν ἑκάστου ὅρον εἶναι τῆς ἐλευθερίας τοῦ βίου νομίζοντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi