Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 2

 
ἐμπρησθέντος γὰρ τοῦ τεμένους καὶ τῶν παρθένων φευγουσῶν ἐκ τοῦ πυρὸς τῶν ἱεροφαντῶν τις Λεύκιος Καικίλιος ὁ καλούμενος Μέτελλος ἀνὴρ ὑπατικός, ὁ τὸν ἀοίδιμον ἐκ Σικελίας ἀπὸ Καρχηδονίων καταγαγὼν ὀκτὼ καὶ τριάκοντα καὶ ἑκατὸν ἐλεφάντων θρίαμβον, ὑπεριδὼν τῆς ἰδίας ἀσφαλείας τοῦ κοινῇ συμφέροντος ἕνεκα παρεκινδύνευσεν εἰς τὰ καιόμενα βιάσασθαι καὶ τὰ καταλειφθέντα ὑπὸ τῶν παρθένων ἁρπάσας ἱερὰ διέσωσεν ἐκ τοῦ πυρός· ἐφʼ ᾧ τιμὰς παρὰ τῆς πόλεως ἐξηνέγκατο μεγάλας, ὡς ἡ τῆς εἰκόνος αὐτοῦ τῆς ἐν Καπιτωλίῳ κειμένης ἐπιγραφὴ μαρτυρεῖ.
 
τοῦτο δὴ λαβόντες ὁμολογούμενον ἐπισυνάπτουσιν αὐτοὶ στοχασμούς τινας ἰδίους, οἱ μὲν ἐκ τῶν ἐν Σαμοθρᾴκῃ λέγοντες ἱερῶν μοῖραν εἶναί τινα φυλαττομένην τὴν ἐνθάδε, Δαρδάνου μὲν εἰς τὴν ὑφʼ ἑαυτοῦ κτισθεῖσαν πόλιν ἐκ τῆς νήσου τὰ ἱερὰ μετενεγκαμένου, Αἰνείου δὲ, ὅτʼ ἔφυγεν ἐκ τῆς Τρωάδος ἅμα τοῖς ἄλλοις καὶ ταῦτα κομίσαντος εἰς Ἰταλίαν, οἱ δὲ τὸ διοπετὲς Παλλάδιον ἀποφαίνοντες εἶναι τὸ παρʼ Ἰλιεῦσι γενόμενον, ὡς Αἰνείου κομίσαντος αὐτὸ διʼ ἐμπειρίαν, Ἀχαιῶν δὲ τὸ μίμημα αὐτοῦ λαβόντων κλοπῇ· περὶ οὗ πολλοὶ σφόδρα εἴρηνται ποιηταῖς τε καὶ συγγραφεῦσι λόγοι.
 
ἐγὼ δὲ τὸ μὲν εἶναί τινα τοῖς πολλοῖς ἄδηλα ἱερὰ φυλαττόμενα ὑπὸ τῶν παρθένων καὶ οὐ τὸ πῦρ μόνον ἐκ πολλῶν πάνυ καταλαμβάνομαι, τίνα δὲ ταῦτʼ ἔστιν οὐκ ἀξιῶ πολυπραγμονεῖν οὔτʼ ἐμαυτὸν οὔτε ἄλλον οὐδένα τῶν βουλομένων τὰ πρὸς θεοὺς ὅσια τηρεῖν.
 
αἱ δὲ θεραπεύουσαι τὴν θεὸν παρθένοι τέτταρες μὲν ἦσαν κατʼ ἀρχὰς τῶν βασιλέων αὐτὰς αἱρουμένων ἐφʼ οἷς κατεστήσατο δικαίοις ὁ Νόμας, ὕστερον δὲ διὰ πλῆθος τῶν ἱερουργιῶν ἃς ἐπιτελοῦσιν ἓξ γενόμεναι μέχρι τοῦ καθʼ ἡμᾶς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῇ θεῷ, ἔνθα διʼ ἡμέρας μὲν οὐδεὶς. ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νύκτωρ δὲ οὐδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις.
 
χρόνον δὲ τριακονταετῆ μένειν αὐτὰς ἀναγκαῖον ἁγνὰς γάμων θυηπολούσας τε καὶ τἆλλα θρησκευούσας κατὰ νόμον, ἐν ᾧ δέκα μὲν ἔτη μανθάνειν αὐτὰς ἔδει, δέκα δʼ ἐπιτελεῖν τὰ ἱερά, τὰ δὲ λοιπὰ δέκα διδάσκειν ἑτέρας. ἐκπληρωθείσης δὲ τῆς τριακονταετίας οὐδὲν ἦν τὸ κωλῦσον τὰς βουλομένας ἀποθείσας τὰ στέμματα καὶ τὰ λοιπὰ παράσημα τῆς ἱερωσύνης γαμεῖσθαι. καὶ ἐποίησάν τινες τοῦτο πάνυ ὀλίγαι, αἷς ἄζηλοι συνέβησαν αἱ τελευταὶ τῶν βίων καὶ οὐ πάνυ εὐτυχεῖς, ὥστε διʼ οἰωνοῦ λαμβάνουσαι τὰς ἐκείνων συμφορὰς αἱ λοιπαὶ παρθένοι μένουσι παρὰ τῇ θεῷ μέχρι θανάτου, τότε δὲ εἰς τὸν τῆς ἐκλιπούσης ἀριθμὸν ἑτέρα πάλιν ὑπὸ τῶν ἱεροφαντῶν ἀποδείκνυται.
 
τιμαὶ δὲ αὐταῖς ἀποδέδονται παρὰ τῆς πόλεως πολλαὶ καὶ καλαί, διʼ ἃς οὔτε παίδων αὐταῖς ἐστι πόθος οὔτε γάμων, τιμωρίαι τε ἐπὶ τοῖς ἁμαρτανομένοις κεῖνται μεγάλαι, ὧν ἐξετασταί τε καὶ κολασταὶ κατὰ νόμον εἰσὶν οἱ ἱεροφάνται, τὰς μὲν ἄλλο τι τῶν ἐλαττόνων ἁμαρτανούσας ῥάβδοις μαστιγοῦντες, τὰς δὲ φθαρείσας αἰσχίστῳ τε καὶ
 
ἐλεεινοτάτῳ παραδιδόντες θανάτῳ. ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτʼ ἐπιστήματος οὔτʼ ἐναγισμῶν οὔτʼ
 
ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι. πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφʼ ἧς ποτʼ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις ἐξιλασκόμενοι κατάγουσι πάλιν εἰς τὸ ἱερόν· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.
 
πάνυ δʼ ἄξιον καὶ τὴν ἐπιφάνειαν ἱστορῆσαι τῆς θεᾶς, ἣν ἐπεδείξατο ταῖς ἀδίκως ἐγκληθείσαις παρθένοις, πεπίστευται γὰρ ὑπὸ Ῥωμαίων, εἰ καὶ παράδοξά ἐστι, καὶ πολὺν πεποίηνται λόγον ὑπὲρ αὐτῶν οἱ συγγραφεῖς.
 
ὅσοι μὲν οὖν τὰς ἀθέους ἀσκοῦσι φιλοσοφίας, εἰ δὴ καὶ φιλοσοφίας αὐτὰς δεῖ καλεῖν, ἁπάσας διασύροντες τὰς ἐπιφανείας τῶν θεῶν τὰς παρʼ Ἕλλησιν ἢ βαρβάροις γενομένας καὶ ταύτας εἰς γέλωτα πολὺν ἄξουσι τὰς ἱστορίας ἀλαζονείαις· ἀνθρωπίναις αὐτὰς ἀνατιθέντες, ὡς οὐδενὶ θεῶν μέλον ἀνθρώπων οὐδενός. ὅσοι δʼ οὐκ ἀπολύουσι τῆς ἀνθρωπίνης ἐπιμελείας τοὺς θεούς, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς εὐμενεῖς εἶναι νομίζουσι καὶ τοῖς κακοῖς δυσμενεῖς διὰ πολλῆς ἐληλυθότες ἱστορίας, οὐδὲ ταύτας ὑπολήψονται τὰς ἐπιφανείας εἶναι ἀπίστους.
 
λέγεται δή ποτε τοῦ πυρὸς ἐκλιπόντος διʼ ὀλιγωρίαν τινὰ τῆς τότε αὐτὸ φυλαττούσης Αἰμιλίας ἑτέρᾳ παρθένῳ τῶν νεωστὶ κατειλεγμένων καὶ ἄρτι μανθανουσῶν παραδούσης τὴν ἐπιμέλειαν ταραχὴ πολλὴ γενέσθαι κατὰ τὴν πόλιν ὅλην καὶ ζήτησις ὑπὸ τῶν ἱεροφαντῶν, μή τι μίασμα περὶ τὸ πῦρ τῆς ἱερείας ἐτύγχανε γεγονός· ἔνθα δή φασι τὴν Αἰμιλίαν ἀναίτιον μὲν οὖσαν, ἀπορουμένην δʼ ἐπὶ τῷ συμβεβηκότι παρόντων τῶν ἱερέων καὶ τῶν ἄλλων παρθένων τὰς χεῖρας ἐπὶ τὸν βωμὸν ἐκτείνασαν εἰπεῖν·
 
ἑστία τῆς Ῥωμαίων πόλεως φύλαξ, εἰ μὲν ὁσίως καὶ δικαίως ἐπιτετέλεκά σοι τὰ ἱερὰ χρόνον ὀλίγου δέοντα τριακονταετοῦς καὶ ψυχὴν ἔχουσα καθαρὰν καὶ σῶμα ἁγνόν, ἐπιφάνηθί μοι καὶ βοήθησον καὶ μὴ περιίδῃς τὴν σεαυτῆς ἱέρειαν τὸν οἴκτιστον μόρον ἀποθανοῦσαν· εἰ δὲ ἀνόσιόν τι πέπρακταί μοι ταῖς ἐμαῖς τιμωρίαις τὸ τῆς πόλεως ἄγος ἀφάγνισον.
 
ταῦτʼ εἰποῦσαν καὶ περιρρήξασαν ἀπὸ τῆς καρπασίνης ἐσθῆτος, ἣν ἔτυχεν ἐνδεδυκυῖα, βαλεῖν τὸν τελαμῶνα ἐπὶ τὸν βωμὸν μετὰ τὴν εὐχὴν λέγουσι καὶ ἐκ τῆς κατεψυγμένης πρὸ πολλοῦ καὶ οὐδένα φυλαττούσης σπινθῆρα τέφρας ἀναλάμψαι φλόγα πολλὴν διὰ τῆς καρπάσου, ὥστε μηδὲν ἔτι δεῆσαι τῇ πόλει μήτε ἁγνισμῶν μήτε νέου πυρός.
 
ἔτι δὲ τούτου θαυμασιώτερόν ἐστι καὶ μύθῳ μᾶλλον ἐοικὸς ὃ μέλλω λέγειν. κατηγορῆσαί τινά φασιν ἀδίκως μιᾶς τῶν παρθένων τῶν ἱερῶν Τυκκίας ὄνομα, ἀφανισμὸν μὲν πυρὸς οὐκ ἔχοντα προφέρειν, ἄλλας δέ τινας ἐξ εἰκότων τεκμηρίων καὶ μαρτυριῶν ἀποδείξεις φέροντα οὐκ ἀληθεῖς· κελευσθεῖσαν δʼ ἀπολογεῖσθαι τὴν παρθένον τοῦτο μόνον εἰπεῖν, ὅτι τοῖς ἔργοις ἀπολύσεται τὰς διαβολάς·
 
ταῦτα δʼ εἰποῦσαν καὶ τὴν θεὸν ἐπικαλεσαμένην ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι προάγειν ἐπὶ τὸν Τέβεριν ἐπιτρεψάντων μὲν αὐτῇ τῶν ἱεροφαντῶν, τοῦ δὲ κατὰ τὴν πόλιν ὄχλου συμπροπέμποντος· γενομένην δὲ τοῦ ποταμοῦ πλησίον τὸ παροιμιαζόμενον ἐν τοῖς πρώτοις τῶν ἀδυνάτων τόλμημα ὑπομεῖναι, ἀρυσαμένην ἐκ τοῦ ποταμοῦ καινῷ κοσκίνῳ καὶ μέχρι τῆς ἀγορᾶς ἐνέγκασαν παρὰ τοὺς πόδας τῶν ἱεροφαντῶν ἐξερᾶσαι τὸ ὕδωρ.
 
καὶ μετὰ ταῦτά φασι τὸν κατήγορον αὐτῆς πολλῆς ζητήσεως γενομένης μήτε ζῶντα εὑρεθῆναι μήτε νεκρόν. ἀλλʼ ὑπὲρ μὲν τῶν ἐπιφανειῶν τῆς θεᾶς ἔχων ἔτι πολλὰ λέγειν καὶ ταῦτα ἱκανὰ εἰρῆσθαι νομίζω.
 
ἕκτη δὲ μοῖρα τῆς περὶ τὰ θεῖα νομοθεσίας ἦν ἡ προσνεμηθεῖσα τοῖς καλουμένοις ὑπὸ Ῥωμαίων σαλίοις, οὓς αὐτὸς ὁ Νόμας ἀπέδειξεν ἐκ τῶν πατρικίων δώδεκα τοὺς εὐπρεπεστάτους ἐπιλεξάμενος νέους, ὧν ἐν Παλατίῳ κεῖται τὰ ἱερὰ καὶ αὐτοὶ καλοῦνται Παλατῖνοι. οἱ μὲν γὰρ Ἀγωναλεῖς, ὑπὸ δέ τινων Κολλῖνοι καλούμενοι σάλιοι, ὧν τὸ ἱεροφυλάκιόν ἐστιν ἐπὶ τοῦ Κολλίνου λόφου, μετὰ Νόμαν ἀπεδείχθησαν ὑπὸ βασιλέως Ὁστιλίου κατʼ
 
εὐχήν, ἣν ἐν τῷ πρὸς Σαβίνους εὔξατο πολέμῳ. οὗτοι πάντες οἱ σάλιοι χορευταί τινές εἰσι καὶ ὑμνηταὶ τῶν ἐνόπλων θεῶν. ἑορτὴ δʼ αὐτῶν ἐστι περὶ τὰ Παναθήναια ἐν τῷ καλουμένῳ Μαρτίῳ μηνὶ δημοτελὴς ἐπὶ πολλὰς ἡμέρας ἀγομένη, ἐν αἷς διὰ τῆς πόλεως ἄγουσι τοὺς χοροὺς εἴς τε τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον καὶ πολλοὺς ἄλλους ἰδίους τε καὶ δημοσίους τόπους, χιτῶνας ποικίλους χαλκαῖς μίτραις κατεζωσμένοι καὶ τηβέννας ἐμπεπορπημένοι περιπορφύρους φοινικοπαρύφους, ἃς καλοῦσι τραβέας ʽἔστι δʼ ἐπιχώριος αὕτη Ῥωμαίοις ἐσθὴς ἐν τοῖς πάνυ τιμίἀ καὶ τὰς καλουμένας ἀπίκας ἐπικείμενοι ταῖς κεφαλαῖς, πίλους ὑψηλοὺς εἰς σχῆμα συναγομένους κωνοειδές, ἃς Ἕλληνες προσαγορεύουσι κυρβασίας.
 
παρέζωσται δʼ ἕκαστος αὐτῶν ξίφος καὶ τῇ μὲν δεξιᾷ χειρὶ λόγχην ἢ ῥάβδον ἤ τι τοιοῦθʼ ἕτερον κρατεῖ, τῇ δʼ εὐωνύμῳ κατέχει πέλτην Θρᾳκίαν· ἡ δʼ ἐστὶ ῥομβοειδεῖ θυρεῷ στενωτέρας ἔχοντι τὰς λαγόνας ἐμφερής, οἵας λέγονται φέρειν οἱ τὰ Κουρήτων παρʼ Ἕλλησιν ἐπιτελοῦντες ἱερά.
 
καί εἰσιν οἱ σάλιοι κατὰ γοῦν τὴν ἐμὴν γνώμην Ἑλληνικῷ μεθερμηνευθέντες ὀνόματι Κουρῆτες, ὑφʼ ἡμῶν μὲν ἐπὶ τῆς ἡλικίας οὕτως ὠνομασμένοι παρὰ τοὺς κούρους, ὑπὸ δὲ Ῥωμαίων ἐπὶ τῆς συντόνου κινήσεως. τὸ γὰρ ἐξάλλεσθαί τε καὶ πηδᾶν σαλῖρε ὑπʼ αὐτῶν λέγεται. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοὺς ἄλλους ἅπαντας ὀρχηστάς, ἐπεὶ κἀν τούτοις πολὺ τὸ ἅλμα καὶ σκίρτημα ἔνεστι, παράγοντες ἀπὸ τῶν σαλίων τοὔνομα σαλτάτωρας καλοῦσιν.
 
εἰ δὲ ὀρθῶς ὑπείληφα ταύτην αὐτοῖς τὴν προσηγορίαν ἀποδιδοὺς ἐκ τῶν γιγνομένων ὑπʼ αὐτῶν ὁ βουλόμενος συμβαλεῖ. κινοῦνται γὰρ πρὸς αὐλὸν ἐν ῥυθμῷ τὰς ἐνοπλίους κινήσεις τοτὲ μὲν ὁμοῦ, τοτὲ δὲ παραλλὰξ καὶ πατρίους τινὰς ὕμνους ᾅδουσιν ἅμα ταῖς χορείαις. χορείαν δὲ καὶ κίνησιν ἐνόπλιον καὶ τὸν ἐν ταῖς ἀσπίσιν ἀποτελούμενον ὑπὸ τῶν ἐγχειριδίων ψόφον, εἴ τι δεῖ τοῖς ἀρχαίοις τεκμηριοῦσθαι λόγοις, Κουρῆτες ἦσαν οἱ πρῶτοι καταστησάμενοι. τὸν δὲ περὶ αὐτῶν μῦθον οὐδὲν δέομαι πρὸς εἰδότας ὀλίγου δεῖν πάντας γράφειν.
 
ἐν δὲ ταῖς πέλταις, ἃς οἵ τε σάλιοι φοροῦσι καὶ ἃς ὑπηρέται τινὲς αὐτῶν ἠρτημένας ἀπὸ κανόνων κομίζουσι, πολλαῖς πάνυ οὔσαις μίαν εἶναι λέγουσι διοπετῆ, εὑρεθῆναι δʼ αὐτήν φασιν ἐν τοῖς βασιλείοις τοῖς Νόμα, μηδενὸς ἀνθρώπων εἰσενέγκαντος μηδʼ ἐγνωσμένου πρότερον ἐν Ἰταλοῖς τοιούτου σχήματος, ἐξ ὧν ἀμφοτέρων ὑπολαβεῖν Ῥωμαίους θεόπεμπτον εἶναι τὸ ὅπλον.
 
βουληθέντα δὲ τὸν Νόμαν τιμᾶσθαί τε αὐτὸ φερόμενον ὑπὸ τῶν κρατίστων νέων ἐν ἱεραῖς ἡμέραις ἀνὰ τὴν πόλιν καὶ θυσιῶν ἐπετείων τυγχάνειν, δεδοικότα δὲ ἐπιβουλάς τε τὰς ἀπʼ ἐχθρῶν καὶ ἀφανισμὸν αὐτοῦ κλοπαῖον, ὅπλα λέγουσι πολλὰ κατασκευάσασθαι τῷ διοπετεῖ παραπλήσια, Μαμορίου τινὸς δημιουργοῦ τὸ ἔργου ἀναδεξαμένου, ὥστε ἄσημον γενέσθαι καὶ δυσδιάγνωστον τοῖς μέλλουσιν ἐπιβουλεύειν τὴν τοῦ θεοπέμπτου φύσιν διὰ τὴν ἀπαράλλακτον τῶν ἀνθρωπείων ἔργων ὁμοιότητα.
 
ἐπιχώριον δὲ Ῥωμαίοις καὶ πάνυ τίμιον ὁ κουρητισμός, ὡς ἐκ πολλῶν μὲν καὶ ἄλλων ἐγὼ συμβάλλομαι, μάλιστα δʼ ἐκ τῶν περὶ τὰς πομπὰς τάς τε ἐν ἱπποδρόμῳ καὶ τὰς ἐν τοῖς
 
θεάτροις γινομένας· ἐν ἁπάσαις γὰρ ταύταις πρόσηβοι κόροι χιτωνίσκους ἐνδεδυκότες ἐκπρεπεῖς κράνη καὶ ξίφη καὶ πάρμας ἔχοντες στοιχηδὸν πορεύονται, καί εἰσιν οὗτοι τῆς πομπῆς ἡγεμόνες καλούμενοι πρὸς αὐτῶν ἐπὶ τῆς παιδιᾶς τῆς ὑπὸ Λυδῶν ἐξευρῆσθαι δοκούσης λυδίωνες, εἰκόνες ὡς ἐμοὶ δοκεῖ τῶν σαλίων, ἐπεὶ τῶν γε Κουρητικῶν οὐδὲν ὥσπερ οἱ σάλιοι δρῶσιν οὔτʼ ἐν ὕμνοις οὔτʼ ἐν ὀρχήσει. χρῆν δὲ τούτους ἐλευθέρους τε εἶναι καὶ αὐθιγενεῖς καὶ ἀμφιθαλεῖς, οἱ δʼ εἰσὶν ἐξ ὁποιας2δήποτε τύχης. τί γὰρ δεῖ τὰ πλείω περὶ αὐτῶν γράφειν;
 
ἡ δὲ ἑβδόμη μοῖρα τῆς ἱερᾶς νομοθεσίας τῷ συστήματι προσετέθη τῶν καλουμένων φετιαλίων. οὗτοι δʼ ἂν εἴησαν κατὰ τὴν Ἑλληνικὴν καλούμενοι διάλεκτον εἰρηνοδίκαι. εἰσὶ δʼ ἐκ τῶν ἀρίστων οἴκων ἄνδρες ἐπίλεκτοι διὰ παντὸς ἱερώμενοι τοῦ βίου, Νόμα τοῦ βασιλέως πρώτου καὶ τοῦτο Ῥωμαίοις τὸ ἱερὸν ἀρχεῖον καταστησαμένου·
 
εἰ μέντοι παρὰ τῶν καλουμένων Αἰκικλῶν τὸ παράδειγμα ἔλαβεν ὥσπερ οἴονταί τινες, ἢ παρὰ τῆς Ἀρδεατῶν πόλεως ὡς γράφει Γέλλιος οὐκ ἔχω λέγειν, ἀπόχρη δὲ μοι τοσοῦτο μόνον εἰπεῖν, ὅτι πρὸ τῆς Νόμα ἀρχῆς οὔπω τὸ τῶν εἰρηνοδικῶν σύστημα παρὰ Ῥωμαίοις ἦν.
 
κατεστήσατο δʼ αὐτὸ Νόμας ὅτε Φιδηνάταις ἔμελλε πολεμεῖν λῃστείας καὶ καταδρομὰς τῆς χώρας αὐτοῦ ποιησαμένοις, εἰ βούλοιντο συμβῆναι δίχα πολέμου πρὸς αὐτόν, ὅπερ εἰς ἀνάγκην καταστάντες ἐποίησαν. οἴομαι δʼ ἐπειδήπερ οὐκ ἔστιν ἐπιχώριον Ἕλλησι τὸ περὶ τοὺς εἰρηνοδίκας ἀρχεῖον ἀναγκαῖον εἶναί μοι πόσων καὶ πηλίκων ἐστὶ πραγμάτων κύριον διελθεῖν, ἵνα τοῖς ἀγνοοῦσι τὴν Ῥωμαίων εὐσέβειαν, ἣν οἱ τότε ἄνδρες ἐπετήδευον, μὴ παράδοξον εἶναι φανῇ τὸ πάντας αὐτοῖς τὸ κάλλιστον λαβεῖν τοὺς πολέμους τέλος.
 
ἁπάντων γὰρ αὐτῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εὐσεβεστάτας φανήσονται ποιησάμενοι καὶ διὰ τοῦτο μάλιστα τοὺς θεοὺς ἐσχηκότες ἐν τοῖς κινδύνοις εὐμενεῖς. ἅπαντα μὲν οὖν ὅσα ἀνάκειται τούτοις τοῖς εἰρηνοδίκαις ἐπελθεῖν διὰ πλῆθος οὐ ῥᾴδιον, κεφαλαιώδει δʼ ὑπογραφῇ δηλῶσαι τοιάδʼ ἐστι· φυλάττειν ἵνα μηδένα Ῥωμαῖοι πόλεμον ἐξενέγκωσι κατὰ μηδεμιᾶς ἐνσπόνδου πόλεως ἄδικον, ἀρξάντων δὲ παρασπονδεῖν εἰς αὐτοὺς ἑτέρων πρεσβεύεσθαί τε καὶ τὰ δίκαια πρῶτον αἰτεῖν λόγῳ, ἐὰν δὲ μὴ πείθωνται τοῖς ἀξιουμένοις,
 
τότʼ ἐπικυροῦν τὸν πόλεμον. ὁμοίως δὲ κἂν ἀδικεῖσθαί τινες ὑπὸ Ῥωμαίων ἔνσπονδοι λέγοντες τὰ δίκαια αἰτῶσι, τούτους διαγινώσκειν τοὺς ἄνδρας εἴ τι πεπόνθασιν ἔκσπονδον καὶ ἐὰν δόξωσι τὰ· προσήκοντα ἐγκαλεῖν τοὺς ἐνόχους ταῖς αἰτίαις συλλαβόντας ἐκδότους τοῖς ἀδικηθεῖσι παραδιδόναι τά τε περὶ τοὺς πρεσβευτὰς ἀδικήματα δικάζειν καὶ τὰ περὶ τὰς συνθήκας ὅσια φυλάττειν εἰρήνην τε ποιεῖσθαι καὶ γεγενημένην, ἐὰν μὴ κατὰ τοὺς ἱεροὺς δόξῃ πεπρᾶχθαι νόμους, ἀκυροῦν καὶ τὰς τῶν στρατηγῶν παρανομίας, ὅσαι περί τε ὅρκους καὶ σπονδὰς ἐπιτελοῦνται, διαγινώσκοντας ἀφοσιοῦσθαι, περὶ ὧν κατὰ
 
τοὺς οἰκείους καιροὺς ποιήσομαι τον λόγον. τὰ δὲ περὶ τὰς ἐπικηρυκείας ὑπʼ αὐτῶν γινόμενα, ὅτε τὴν δόξασαν ἀδικεῖν πόλιν αἰτοῖεν δίκας ʽἄξιον γὰρ μηδὲ ταῦτʼ ἀγνοεῖν κατὰ πολλὴν φροντίδα τῶν ὁσίων καὶ δικαίων γινόμενἀ τοιαῦτα παρέλαβον· εἷς μὲν ἐκ τῶν εἰρηνοδικῶν, ὃν οἱ λοιποὶ προχειρίσαιντο, κεκοσμημένος ἐσθῆτι καὶ φορήμασιν ἱεροῖς, ἵνα διάδηλος ᾖ παρὰ τοὺς ἄλλους, εἰς τὴν τῶν ἀδικούντων παρεγίνετο πόλιν· ἐπιστὰς δὲ τοῖς ὁρίοις τόν τε Δία καὶ τοὺς ἄλλους ἐπεκαλεῖτο θεοὺς μαρτυρόμενος ὅτι δίκας αἰτῶν ἥκει περὶ τῆς Ῥωμαίων πόλεως·
 
ἔπειτα ὀμόσας ὅτι πρὸς ἀδικοῦσαν ἔρχεται πόλιν καὶ ἀρὰς τὰς μεγίστας εἰ ψεύδοιτο ἐπαρασάμενος ἑαυτῷ τε καὶ τῇ Ῥώμῃ, τότʼ ἐντὸς ᾔει τῶν ὅρων· ἔπειτα ὅτῳ πρώτῳ περιτύχοι τοῦτον ἐπιμαρτυράμενος, εἴτε τῶν ἀγροίκων εἴτε τῶν πολιτικῶν εἴη, καὶ τὰς αὐτὰς προσθεὶς ἀρὰς πρὸς τὴν πόλιν ᾤχετο, κᾆτα πρὶν εἰς τὴν πόλιν παρελθεῖν τὸν πυλωρὸν ἢ τὸν πρῶτον ἀπαντήσαντα ἐν ταῖς πύλαις τὸν αὐτὸν τρόπον ἐπιμαρτυράμενος εἰς τὴν ἀγορὰν προῄει· ἐκεῖ δὲ καταστὰς τοῖς ἐν τέλει περὶ ὧν ἥκοι διελέγετο πανταχῇ τούς τε ὅρκους καὶ
 
τὰς ἀρὰς προστιθείς. εἰ μὲν οὖν ὑπέχοιεν τὰς δίκας παραδιδόντες τοὺς ἐν ταῖς αἰτίαις, ἀπῄει τοὺς ἄνδρας ἀπάγων φίλος τε ἤδη γεγονὼς καὶ παρὰ φίλων· εἰ δὲ χρόνον εἰς βουλὴν αἰτήσαιντο δέκα διδους ἡμέρας παρεγίνετο πάλιν καὶ μέχρι τρίτης αἰτήσεως ἀνεδέχετο. διελθουσῶν δὲ τῶν. τριάκοντα ἡμερῶν, εἰ μὴ παρεῖχεν αὐτῷ τὰ δίκαια ἡ πόλις, ἐπικαλεσάμενος τούς τε οὐρανίους καὶ καταχθονίους θεοὺς ἀπῄει, τοσοῦτο μόνον εἰπὼν ὅτι βουλεύσεται περὶ αὐτῶν ἡ Ῥωμαίων πόλις ἐφʼ ἡσυχίας.
 
καὶ μετὰ τοῦτο ἀπέφαινεν εἰς τὴν βουλὴν ἅμα τοῖς ἄλλοις εἰρηνοδίκαις παραγενόμενος ὅτι πέπρακται πᾶν αὐτοῖς ὅσον ἦν ὅσιον ἐκ τῶν ἱερῶν νόμων καὶ εἰ βούλοιντο ψηφίζεσθαι πόλεμον οὐδὲν ἔσται τὸ κωλῦσον ἀπὸ θεῶν. εἰ δέ τι μὴ γένοιτο τούτων οὔτε ἡ βουλὴ κυρία ἦν ἐπιψηφίσασθαι πόλεμον οὔτε ὁ δῆμος. περὶ μὲν οὖν τῶν εἰρηνοδικῶν τοσαῦτα παρελάβομεν.
 
τελευταῖος δʼ ἦν τῆς Νόμα διατάξεως μερισμὸς ὑπὲρ τῶν ἱερῶν, ὧν ἔλαχον οἱ τὴν μεγίστην παρὰ Ῥωμαίοις ἱερατείαν καὶ ἐξουσίαν ἔχοντες. οὗτοι κατὰ μὲν τὴν ἑαυτῶν διάλεκτον ἐφʼ ἑνὸς τῶν ἔργων ὃ πράττουσιν ἐπισκευάζοντες τὴν ξυλίνην γέφυραν ποντίφικες προσαγορεύονται, εἰσὶ δὲ τῶν μεγίστων
 
πραγμάτων κύριοι. καὶ γὰρ δικάζουσιν οὗτοι τὰς ἱερὰς δίκας ἁπάσας ἰδιώταις τε καὶ ἄρχουσι καὶ λειτουργοῖς θεῶν καὶ νομοθετοῦσιν ὅσα τῶν ἱερῶν ἄγραφα ὄντα καὶ ἀνέθιστα κρίνοντες ἃ ἂν ἐπιτήδεια τυγχάνειν αὐτοῖς φανείη νόμων τε καὶ ἐθισμῶν· τάς τε ἀρχὰς ἁπάσας, ὅσαις θυσία τις ἢ θεραπεία θεῶν ἀνάκειται, καὶ τοὺς ἱερεῖς ἅπαντας ἐξετάζουσιν, ὑπηρέτας τε αὐτῶν καὶ λειτουργούς, οἷς χρῶνται πρὸς τὰ ἱερά, οὗτοι φυλάττουσι μηδὲν ἐξαμαρτάνειν περὶ τοὺς ἱεροὺς νόμους· τοῖς τε ἰδιώταις ὁπόσοι μὴ ἴσασι τοὺς περὶ τὰ θεῖα ἢ δαιμόνια σεβασμούς, ἐξηγηταὶ γίνονται καὶ προφῆται· καὶ εἴ τινας αἴσθοιντο μὴ πειθομένους ταῖς ἐπιταγαῖς αὐτῶν, ζημιοῦσι πρὸς ἕκαστον χρῆμα ὁρῶντες, εἰσί τε ἀνυπεύθυνοι πάσης δίκης τε καὶ ζημίας οὔτε βουλῇ λόγον ἀποδιδόντες οὔτε δήμῳ, περὶ γοῦν τῶν ἱερῶν·
 
ὥστε εἰ βούλεταί τις αὐτοὺς ἱεροδιδασκάλους καλεῖν εἴτε ἱερονόμους εἴτε ἱεροφύλακας εἴτε, ὡς ἡμεῖς ἀξιοῦμεν, ἱεροφάντας, οὐχ ἁμαρτήσεται τοῦ ἀληθοῦς. ἐκλιπόντος δέ τινος αὐτῶν τὸν βίον ἕτερος εἰς τὸν ἐκείνου καθίσταται τόπον οὐχ ὑπὸ τοῦ δήμου αἱρεθείς, ἀλλʼ ὑπʼ αὐτῶν ἐκείνων, ὃς ἂν ἐπιτηδειότατος εἶναι δοκῇ τῶν πολιτῶν· παραλαμβάνει δὲ τὴν ἱερατείαν ὁ δοκιμασθείς, ἐὰν εὐόρνιθες αὐτῷ τύχωσιν οἰωνοὶ
 
γενόμενοι. τὰ μὲν δὴ περὶ τὸ θεῖον νομοθετηθέντα ὑπὸ τοῦ Νόμα καὶ διαιρεθέντα κατὰ τὰς συμμορίας τῶν ἱερῶν, ἐξ ὧν εὐσεβεστέραν συνέβη γενέσθαι τὴν πόλιν, πρὸς τοῖς ἄλλοις ἐλάττοσι τὰ μέγιστα καὶ φανερώτατα ταῦτʼ ἦν.
 
τὰ δʼ εἰς εὐτέλειάν τε καὶ σωφροσύνην ἄγοντα τὸν ἑκάστου βίον καὶ εἰς ἐπιθυμίαν καταστήσαντα τῆς φυλαττούσης ἐν ὁμονοίᾳ τὴν πόλιν δικαιοσύνης πλεῖστα ὅσα, τὰ μὲν ἐγγράφοις περιληφθέντα νόμοις, τὰ δʼ ἐξω γραφῆς εἰς ἐπιτηδεύσεις ἀχθέντα καὶ συνασκήσεις χρονίους· ὑπὲρ ὧν ἁπάντων μὲν πολὺ ἂν ἔργον εἴη λέγειν, ἀρκέσει δὲ δύο τὰ μεγίστης μνήμης τυχόντα τεκμήρια καὶ τῶν ἄλλων
 
γενέσθαι· τῆς μὲν αὐταρκείας καὶ τοῦ μηδένα τῶν ἀλλοτρίων ἐπιθυμεῖν ἡ περὶ τοὺς ὁρισμοὺς τῶν κτήσεων νομοθεσία. κελεύσας γὰρ ἑκάστῳ περιγράψαι τὴν ἑαυτοῦ κτῆσιν καὶ στῆσαι λίθους ἐπὶ τοῖς ὅροις ἱεροὺς ἀπέδειξεν ὁρίου Διὸς τοὺς λίθους, καὶ θυσίας ἔταξεν αὐτοῖς ἐπιτελεῖν ἅπαντας ἡμέρᾳ τακτῇ καθʼ ἕκαστον ἐνιαυτὸν ἐπὶ τὸν τόπον συνερχομένους, ἑορτὴν ἐν τοῖς πάνυ τιμίαν καὶ τὴν τῶν ὁρίων θεῶν καταστησάμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi