Kitap 19
15.4
ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς. οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλʼ αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα, ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας· ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἐπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους.
15.5
ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτʼ ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρησα τῆς τύχης, ὅτι οὐχ ὑμῖν ὅμοιον ἐμὲ ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός; ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστʼ ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ ταμιευομένῳ παρέχειν,
15.6
τὰ δʼ ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον.
15.7
ὥστʼ οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην ἂν τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν· τῶν δʼ ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτʼ εὐπορίαν ἔδωκεν. Ursin.