Kitap 16
4.3
περιβοήτου δὲ τῆς ἀκοσμίας τοῦ ἀνδρὸς ἅπασι τοῖς ἐπὶ τοῦ στρατοπέδου γενομένης κοινὸν ἀδίκημα τῆς πόλεως εἶναι νομίσαντες οἱ δήμαρχοι γραφὴν ἀποφέρουσι κατʼ αὐτοῦ δημοσίᾳ, καὶ ὁ δῆμος ἁπάσαις ταῖς ψήφοις τοῦ ἀνδρὸς κατέγνω τίμημα δίκης ὁρίσας θάνατον, οὐκ ἀξιῶν εἰς ἐλεύθερα σώματα καὶ προπολεμοῦντα τῆς τῶν ἄλλων ἐλευθερίας τοὺς ἐν ταῖς τιμαῖς ὄντας καὶ ἀρχαῖς ὑβρίζειν τὰς ἀνηκέστους καὶ παρὰ φύσιν τοῖς ἄρρεσιν ὕβρεις. Vales. ετ συιδ. ς. ϝ. Γάιος Λαιτώριος.
5.1
ἔτι δὲ τούτου θαυμασιώτερον ἔπραξαν οὐ πολλοῖς πρότερον χρόνοις, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως. ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων, Ποπλιλίου υἱὸς ὡς ἐν πολλῇ καταλειφθεὶς πενίᾳ δάνειον ἠναγκάσθη λαβεῖν εἰς τὴν ταφὴν τοῦ πατρός, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν. διαψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελθούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος.
5.2
οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο, τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο. πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν εἰς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινός, ἔνθα πολλοὺς ἔμελλε τῆς ὕβρεως λήψεσθαι μάρτυρας, τήν τʼ ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μώλωπας ὑπέδειξεν.