Kitap 12
1.13
ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους· ἐκεῖνοι δʼ οὐκ ἀξιοῦντες ἐφʼ ἑαυτοῖς ποιῆσαι μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου βουλευσόμενοι.
1.14
πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως πολλῆς πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος· ταύτης δʼ ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλʼ ὃν αὐτοὶ διʼ ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα τὸν βίον ἐπιτηδευομένων. μετεώρου δὴ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομένης ἐκάλει τὸν Μηνύκιον, κἀκεῖνος ἔλεξεν· ζήτει ἐν τῷ περὶ δημηγοριῶν. εσξ.
2.1
ὡς δʼ ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται, ὁ δὲ τὸν ἱππάρχην ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς δὲ βουλευταῖς εἰς τὸ Καπιτώλιον ἕωθεν ἔτι συλλέγεσθαι, τῷ δὲ Μηνυκίῳ τόν τε μηνυτὴν ἄγοντι καὶ τὰς ἄλλας ἀποδείξεις κομίζοντι πρὸς τὸ βῆμα παρεῖναι, ἅπασι δὲ φυλάττειν ἀπόρρητα πρὸς τοὺς ἔξω τοῦ συνεδρίου τὰ βουλεύματα· μίαν εἶναι λέγων ἀσφάλειαν, εἰ μηδὲν ὁ Μαίλιος ἀκούσειε τῶν περὶ αὐτοῦ λεγομένων τε καὶ