Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

52.2 ταῦτα τοῦ Σκαπτίου λέγοντος αἰδὼς εἰσῄει τοὺς ὑπάτους ἐνθυμουμένους, ὡς οὔτε δίκαιον οὔτʼ εὐπρεπὲς ἡ δίκη λήψεται τέλος, ἄν τινα ἀμφισβητουμένην ὑφʼ ἑτέρων χώραν δικαστὴς αἱρεθεὶς ὁ Ῥωμαίων δῆμος μηδέποτʼ αὐτῆς ἀντιποιησάμενος ἑαυτῷ προσδικάσῃ τοὺς ἀμφισβητοῦντας ἀφελόμενος· καὶ πολλοὶ σφόδρα ἐλέχθησαν εἰς ἀποτροπὴν τοῦ πράγματος ὑπὸ τῶν ὑπάτων καὶ τῶν ἡγουμένων τῆς βουλῆς λόγοι διακενῆς.
52.3 οἱ γὰρ ἀνειληφότες τὰς ψήφους πολλὴν μωρίαν εἶναι λέγοντες ἑτέρους περιορᾶν τὰ σφέτερα κατέχοντας, καὶ οὐκ εὐσεβὲς ἐξοίσειν τέλος ὑπολαμβάνοντες, ἐὰν Ἀρικηνοὺς ἢ Ἀρδεάτας κυρίους ἀποδείξωσι τῆς ἀμφισβητησίμου γῆς ὀμωμοκότες ὧν ἂν εὕρωσιν αὐτὴν οὖσαν τούτων ἐπικρινεῖν· τοῖς τε δικαζομένοις ὀργὴν ἔχοντες, ὅτι τοὺς ἀποστερουμένους αὐτῆς δικαστὰς ἠξίωσαν λαβεῖν, ἵνα μηδʼ ὕστερον ἔτι σφίσιν ἐγγένηται τὴν ἑαυτῶν ἀνακομίσασθαι κτῆσιν, ἣν αὐτοὶ μεθʼ ὅρκου δικάσαντες ἑτέρων ἐπέγνωσαν εἶναι.
52.4 ταῦτα δὴ λογιζόμενοι καὶ ἀγανακτοῦντες τρίτον ἐκέλευσαν τεθῆναι καδίσκον ὑπὲρ τῆς πόλεως Ῥωμαίων καθʼ ἑκάστην φυλήν, εἰς ὃν ἀποθήσονται τὰς ψήφους· καὶ γίνεται πάσαις ταῖς ψήφοις ὁ Ῥωμαίων δῆμος τῆς ἀμφιλόγου χώρας κύριος. ταῦτα μὲν ἐπὶ τούτων τῶν ὑπάτων ἐπράχθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi