Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

4.6 εἴσονται δʼ ἐξ ὧν ἂν ἀκούσωσιν οὗτοι, πότερα ταῦτʼ ἐστὶν ἀναγκαιότερα τοῖς κοινοῖς, ὑπὲρ ὧν ὑμεῖς αὐτοὺς συγκεκλήκατε, ἢ τὰ ὑπʼ ἐμοῦ λεχθησόμενα. ἀλλὰ μή μʼ ἀποστέρει λόγου βουλευτὴν ὄντα καὶ Οὐαλέριον καὶ περὶ σωτηρίας τῆς πόλεως λέγειν βουλόμενον. ἐὰν δὲ φυλάττῃς τὴν συνήθη πρὸς ἅπαντας αὐθάδειαν, δημάρχους μὲν ποίους ἐπικαλέσομαι; καταλέλυται γὰρ ἡ τῶν κατισχυομένων πολιτῶν βοήθεια ὑφʼ ὑμῶν.
4.7 καίτοι τίνος ἔλαττον τοῦτο κακόν, ὅτε Οὐαλέριος ὢν Ποτῖτος ὡς εἷς τῶν ἐλαχίστων οὐκ ἔχω τὸ ἴσον, ἀλλὰ δημαρχικῆς ἐξουσίας δέομαι; οὐ μὴν ἀλλʼ ἐπεὶ τῆς ἀρχῆς ἐκείνης ἀπεστερήμεθα, ὑμᾶς τοὺς ἅμα τούτῳ παρειληφότας καὶ τὴν ἐκείνης ἐξουσίαν τῆς ἀρχῆς καὶ δυναστεύοντας τῆς πόλεως ἅπαντας καλῶ καὶ οὐκ ἀγνοῶν μέν, ὅτι διὰ κενῆς τοῦτο ποιῶ, φανερὰν δὲ βουλόμενος πᾶσι γενέσθαι τὴν συνωμοσίαν ὑμῶν, ὅτι συγκεχύκατε τὰ τῆς πόλεως καὶ μίαν ἅπαντες γνώμην ἔχετε· μᾶλλον δὲ σὲ μόνον ἐπικαλοῦμαι, Κόιντε Φάβιε Οὐιβολανέ, τὸν ἐπὶ ταῖς τρισὶν ὑπατείαις κοσμούμενον, εἰ τὸν αὐτὸν νοῦν ἔτι ἔχεις. ἀλλʼ ἀνίστασο καὶ βοήθει τοῖς κατισχυομένοις· εἰς σὲ γὰρ ἀποβλέπει τὸ συνέδριον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi