Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

39.1 ὁ δʼ Ἄππιος ἀδημονῶν ἐπὶ τῷ παρʼ ἐλπίδα τῆς κολάσεως καὶ οὐκ ἔχων, ὅ τι χρήσεται τοῖς ἀνδράσι τὴν ὀλεθριωτάτην ἔγνω βαδίζειν ὁδόν. ὡς γὰρ ἔτι τοῦ πλήθους αὐτῷ διαμένοντος οἰκείου ἀναβὰς ἐπὶ τοῦ Ἡφαίστου τὸ ἱερὸν ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ κατηγορεῖν ἐπειρᾶτο τῶν ἀνδρῶν παρανομίαν τε καὶ ὕβριν, ἐξουσίᾳ δημαρχικῇ καὶ ἐλπίδι κούφῃ ἐπαιρόμενος, ὅτι συναγανακτήσας ὁ δῆμος αὐτῷ
39.2 παρήσει ῥῖψαι τοὺς ἄνδρας κατὰ τῆς πέτρας. οἱ δὲ περὶ τὸν Οὐαλέριον ἕτερον τόπον τῆς ἀγορᾶς καταλαβόμενοι καὶ τὸ πτῶμα τῆς παρθένου θέντες, ὅθεν ὑπὸ πάντων ὀφθήσεσθαι ἔμελλεν, ἑτέραν συνῆγον ἐκκλησίαν καὶ πολλὴν ἐποιοῦντο τοῦ τʼ Ἀππίου καὶ τῶν ἄλλων ὀλιγαρχῶν κατηγορίαν.
39.3 ἔμελλέ τε, ὅπερ εἰκὸς ἦν, οὓς μὲν τὸ ἀξίωμα τῶν ἀνδρῶν, οὓς δʼ ὁ τῆς κόρης ἔλεος δεινὰ καὶ πέρα δεινῶν διὰ τὸ ἀτυχὲς κάλλος παθούσης, οὓς δʼ αὐτὸς ὁ τῆς ἀρχαίας καταστάσεως πόθος εἰς ταύτην τὴν ἐκκλησίαν παρακαλῶν πλείους τῶν ἑτέρων συνάξειν, ὥστʼ ὀλίγους τινὰς ὑπολειφθῆναι περὶ τὸν Ἄππιον, αὐτοὺς δὴ τοὺς ὀλιγαρχικούς, ἐν οἷς ἦσάν τινες οὐκέτι τῆς ὀλιγαρχικῆς αὐτῶν ἀκροώμενοι, διὰ πολλὰς προφάσεις, ἀλλʼ, εἰ γένοιτο ἰσχυρὰ τὰ τῶν ἐναντίων, ἄσμενοι χωρήσειν ἐπʼ
39.4 ἐκείνους. ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστʼ ὤνησεν αὐτόν. ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi