Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

28.1 τὸ δʼ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας καθιδρυμένον καὶ τὸ ἐν τῇ πόλει πλῆθος ἅπαν διὰ ταύτας ἐξεπολεμώθη τὰς αἰτίας πρὸς αὐτούς. ἀνὴρ ἐκ τῶν δημοτικῶν, Λεύκιος Οὐεργίνιος, οὐδενὸς χείρων τὰ πολεμικά, λόχου τινὸς ἡγεμονίαν ἔχων ἐν τοῖς πέντε τάγμασιν ἐτάχθη τοῖς ἐπʼ Αἰκανοὺς στρατευσαμένοις.
28.2 τούτῳ θυγάτηρ ἔτυχεν οὖσα καλλίστη τῶν ἐν Ῥώμῃ παρθένων τὸ πατρῷον ὄνομα φέρουσα, ἣν ἐνεγγυήσατο Λεύκιος εἷς ἐκ τῶν δεδημαρχηκότων υἱὸς Ἰκιλίου τοῦ πρώτου τε καταστησαμένου τὴν δημαρχιἔστι
28.3 κὴν ἐξουσίαν καὶ πρώτου λαβόντος. ταύτην τὴν κόρην ἐπίγαμον οὖσαν ἤδη θεασάμενος Ἄππιος Κλαύδιος ὁ τῆς δεκαδαρχίας ἡγεμὼν ἀναγινώσκουσαν ἐν γραμμα- τιστοῦ—ἦν δὲ τὰ διδασκαλεῖα τότε τῶν παίδων περὶ τὴν ἀγοράν—εὐθύς τε ὑπὸ τοῦ κάλλους τῆς παιδὸς ἑάλω καὶ ἔτι μᾶλλον ἔξω τῶν φρενῶν ἐγένετο πολλά- κις ἀναγκαζόμενος παριέναι τὸ διδασκαλεῖον ἤδη κρα-
28.4 τούμενος ὑπὸ τοῦ πάθους. ὡς δʼ οὐκ ἠδύνατο πρὸς γάμον αὐτὴν λαβεῖν ἐκείνην τε ὁρῶν ἐγγεγυημένην ἑτέρῳ καὶ αὐτὸς ἔχων γυναῖκα γαμετήν, καὶ ἅμα οὐδʼ ἀξιῶν ἐκ δημοτικοῦ γένους ἁρμόσασθαι γάμον, διʼ ὑπεροψίαν τῆς τύχης καὶ παρὰ τὸν νόμον, ὃν αὐτὸς ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψε, τὸ μὲν πρῶτον ἐπειράθη διαφθεῖραι χρήμασι τὴν κόρην, καὶ προσ- έπεμπέ τινας ἀεὶ πρὸς τὰς τροφοὺς αὐτῆς γυναῖκας— ἦν γὰρ ὀρφανὴ μητρὸς ἡ παῖς—διδούς τε πολλὰ καὶ ἔτι πλείονα τῶν διδομένων ὑπισχνούμενος. παρ- ηγγέλλετο δὲ τοῖς πειρωμένοις τὰς τροφοὺς μὴ λέγειν, τίς ὁ τῆς κόρης ἐστὶν ἐρῶν, ἀλλʼ ὅτι τῶν δυναμένων τις εὖ ποιεῖν οὓς βουληθείη καὶ κακῶς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi