Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

27.5 τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν. οὐ γὰρ ἀκονιτί γʼ ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης. ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων. αὐτός τε γὰρ ὁ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δʼ ὑπὸ σαυνίων, τὰς δʼ ὑπὸ μαχαιρῶν, καὶ ὁ ὑπασπιστής· οἱ δʼ ὑπʼ ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν ἢ χερμάδων ἢ σαυνίων, βέλους δὲ οὐδεμίαν.
27.6 ἀγανάκτησις δὴ μετὰ τοῦτʼ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός· ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους· εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι παραχρῆμα. καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες αὐτῶν.
27.7 ὡς δʼ οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τʼ ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπʼ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι· πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι. τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi