Kitap 11
24.2
ἐπέσκηπτόν τε διʼ ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν, τοὺς μὲν ἐπιφανεῖς ἀδήλως, ὧν δʼ ἐλάττων ὁ λόγος ἦν καὶ ἀπὸ τοῦ φανεροῦ, προφάσεις ἀεί τινας ἐπιφέροντας, ἵνα δικαίως δόξωσιν ἀποθανεῖν. καὶ ἐγίνετο ταῦτα· οἱ μὲν γὰρ ἐπὶ προνομὰς ἀποστελλόμενοι ὑπʼ αὐτῶν, οἱ δʼ ἀγορὰν παραπέμψαι κομιζομένην, οἱ δʼ ἄλλας τινὰς ἐπιτελέσασθαι πολεμικὰς χρείας, ἔξω γενόμενοι τοῦ χάρακος οὐδαμοῦ ἔτι ὤφθησαν.
24.3
οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο. ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων.
25.1
πολλὰ δὲ τοιαῦτα καὶ κατὰ τὴν πόλιν ὑπὸ τῶν περὶ τὸν Ἄππιον ἐγίνετο. τῶν μὲν οὖν ἄλλων καίτοι συχνῶν ἀναιρουμένων ἐλάττων τοῖς πλήθεσι λόγος ἦν, ἑνὸς δʼ ἀνδρὸς ἐπιφανεστάτου τῶν δημοτικῶν καὶ πλείστας ἀρετὰς ἐν τοῖς κατὰ πόλεμον ἔργοις ἀποδειξαμένου θάνατος ὠμὸς καὶ ἀνόσιος ἐπιτελεσθεὶς ἐν θατέρῳ τῶν στρατοπέδων, ἔνθα οἱ τρεῖς ἡγεμόνες ἦσαν, ἅπαντας ἑτοίμους ἐποίησε πρὸς τὴν ἀπόστασιν τοὺς ἐκεῖ.