Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

 
ἐπέσκηπτόν τε διʼ ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν, τοὺς μὲν ἐπιφανεῖς ἀδήλως, ὧν δʼ ἐλάττων ὁ λόγος ἦν καὶ ἀπὸ τοῦ φανεροῦ, προφάσεις ἀεί τινας ἐπιφέροντας, ἵνα δικαίως δόξωσιν ἀποθανεῖν. καὶ ἐγίνετο ταῦτα· οἱ μὲν γὰρ ἐπὶ προνομὰς ἀποστελλόμενοι ὑπʼ αὐτῶν, οἱ δʼ ἀγορὰν παραπέμψαι κομιζομένην, οἱ δʼ ἄλλας τινὰς ἐπιτελέσασθαι πολεμικὰς χρείας, ἔξω γενόμενοι τοῦ χάρακος οὐδαμοῦ ἔτι ὤφθησαν.
 
οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο. ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων.
 
πολλὰ δὲ τοιαῦτα καὶ κατὰ τὴν πόλιν ὑπὸ τῶν περὶ τὸν Ἄππιον ἐγίνετο. τῶν μὲν οὖν ἄλλων καίτοι συχνῶν ἀναιρουμένων ἐλάττων τοῖς πλήθεσι λόγος ἦν, ἑνὸς δʼ ἀνδρὸς ἐπιφανεστάτου τῶν δημοτικῶν καὶ πλείστας ἀρετὰς ἐν τοῖς κατὰ πόλεμον ἔργοις ἀποδειξαμένου θάνατος ὠμὸς καὶ ἀνόσιος ἐπιτελεσθεὶς ἐν θατέρῳ τῶν στρατοπέδων, ἔνθα οἱ τρεῖς ἡγεμόνες ἦσαν, ἅπαντας ἑτοίμους ἐποίησε πρὸς τὴν ἀπόστασιν τοὺς ἐκεῖ.
 
ἦν δʼ ὁ φονευθεὶς Σίκκιος, ὁ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ ἐξ ἁπασῶν ἀριστεῖα λαβών, ὃν ἔφην ἀπολελυμένον ἤδη στρατείας διὰ τὸν χρόνον ἑκούσιον τοῦ πρὸς Αἰκανοὺς συνάρασθαι πολέμου, σπεῖραν ἀνδρῶν ὀκτακοσίων ἐκπεπληρωκότων ἤδη τὰς κατὰ νόμον στρατείας εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐπαγόμενον· μεθʼ ὧν ἀποσταλεὶς ὑπὸ θατέρου τῶν ὑπάτων ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων εἰς πρόδηλον ὄλεθρον, ὡς πᾶσιν ἐδόκει, τοῦ τε χάρακος ἐκράτησε καὶ τῆς ὁλοσχεροῦς νίκης αἴτιος ἐγένετο τοῖς ὑπάτοις.
 
τοῦτον δὴ τὸν ἄνδρα πολλοὺς ἐν τῇ πόλει διεξιόντα λόγους κατὰ τῶν ἐπὶ στρατοπέδου στρατηγῶν, ὡς ἀνάνδρων τε καὶ ἀπείρων πολέμου, ἐκποδῶν ποιῆσαι σπεύδοντες οἱ περὶ τὸν Ἄππιον εἰς ὁμιλίας προὐκαλοῦντο φιλανθρώπους καὶ συνδιαπορεῖν σφίσιν ἠξίουν ὑπὲρ τῶν ἐπὶ στρατοπέδου, καὶ πῶς ἂν ἐπανορθωθείη τὰ τῶν στρατηγῶν ἁμαρτήματα λέγειν παρεκάλουν, καὶ τελευτῶντες ἔπεισαν ἐξελθεῖν ἐπὶ τὸν ἐν Κρουστομερείᾳ χάρακα αὐτὸν ἐξουσίαν ἔχοντα πρεσβευτικήν. ἔστι δὲ πάντων ἱερώτατόν τε καὶ τιμιώτατον ὁ πρεσβευτὴς παρὰ Ῥωμαίοις ἐξουσίαν μὲν ἄρχοντος ἔχων καὶ δύναμιν, ἀσυλίαν δὲ καὶ σεβασμὸν ἱερέως.
 
ὡς δʼ ἀφίκετο, φιλοφρονουμένων αὐτὸν ἐκεῖ τῶν ἡγεμόνων καὶ δεομένων συστρατηγεῖν μένοντα, καί τινας καὶ δωρεὰς τὰς μὲν διδόντων ἤδη, τὰς δʼ ὑπισχνουμένων, ἐξαπατηθεὶς ὑπʼ ἀνθρώπων πονηρῶν καὶ τῇ γοητείᾳ τῶν λόγων οὐ συνειδὼς ὡς ἐξ ἐπιβουλῆς ἐγίνετο, στρατιωτικὸς ἀνὴρ καὶ τὸν τρόπον ἁπλοῦς τά τʼ ἄλλα ἐπείθετο αὐτοῖς, ὅσα συμφέρειν ὑπελάμβανε, καὶ πρῶτον ἁπάντων παρῄνει μετάγειν τὴν παρεμβολὴν εἰς τὴν πολεμίαν ἐκ τῆς σφετέρας· τάς τε βλάβας διεξιὼν τὰς τότε γινομένας καὶ τὰς ὠφελείας ἐπιλογιζόμενος, ὅσας ἔμελλον ἕξειν μεταστρατοπεδευσάμενοι.
 
οἱ δʼ ἀσμένως δέχεσθαι τὰς παραινέσεις σκηψάμενοι· τί οὖν, ἔφασαν, οὐκ αὐτὸς ἡγεμὼν γίνῃ τῆς ἀναζεύξεως τόπον ἐπιτήδειον προκατασκεψάμενος; ἐμπειρίαν δʼ ἱκανὴν ἔχεις τῶν τόπων διὰ τὰς πολλὰς στρατείας, λόχον δέ σοι δώσομεν ἐπιλέκτων νέων εὐζώνῳ ἐσταλμένων ὁπλίσει· σοὶ δὲ ἵππος τε διὰ τὴν ἡλικίαν παρέστω, καὶ ὁπλισμὸς ὁ τοῖς τηλικούτοις πρέπων.
 
ὑποδεξαμένου δὲ τοῦ Σικκίου καὶ ψιλοὺς αἰτήσαντος ἑκατὸν ἐπιλέκτους οὐδένα χρόνον ἐπισχόντες ἐκπέμπουσιν αὐτὸν ἔτι νυκτὸς οὔσης καὶ σὺν αὐτῷ τοὺς ἑκατὸν ἄνδρας ἐκ τῶν ἰδίων ἑταίρων τοὺς ἰταμωτάτους ἐπιλεξάμενοι, οἷς ἐπέσκηψαν ἀποκτεῖναι τὸν ἄνδρα μεγάλους μισθοὺς τῆς ἀνδροφονίας ὑποσχόμενοι. ἐπεὶ δὲ πολὺ προελθόντες ἀπὸ τοῦ χάρακος εἰς χωρίον ἦλθον ὀχθηρὸν καὶ στενόπορον καὶ χαλεπὸν ἵππῳ διεξελθεῖν, ὅτι μὴ βάδην ἀνιόντι, διὰ τὴν τραχύτητα τῶν ὄχθων, σύνθημα δόντες ἀλλήλοις στίφος ἐποίουν ὡς ἅμα χωρήσοντες ἐπʼ αὐτὸν ἀθρόοι. θεράπων δέ τις ὑπασπιστὴς τοῦ Σικκίου τὰ πολεμικὰ ἀγαθὸς εἰκάσας τὴν διάνοιαν αὐτῶν μηνυτὴς γίνεται τῷ δεσπότῃ.
 
κἀκεῖνος ὡς ἔγνω κατακλειόμενον αὑτὸν εἰς δυσχωρίας, ἔνθα οὐκ ἦν δυνατὸν ἀνὰ κράτος ἐλάσαι τὸν ἵππον, καθάλλεταί τε καὶ στὰς ἐπὶ τὸν ὄχθον, ἵνα μὴ κυκλωθείη πρὸς αὐτῶν, τὸν ὑπασπιστὴν μόνον ἔχων τοὺς ἐπιόντας ὑπέμεινεν. ὁρμησάντων δὲ ἅμα πάντων πολλῶν ὄντων ἐπʼ αὐτὸν ἀποκτείνει μὲν περὶ πεντεκαίδεκα, τραυματίζει δὲ καὶ διπλασίους. ἐδόκει δʼ ἂν καὶ τοὺς ἄλλους ἅπαντας διαφθεῖραι μαχόμενος, εἰ συνῄεσαν ὁμόσε.
 
οἱ δʼ ἄρα συμφρονήσαντες, ὡς ἄμαχον εἴη χρῆμα, καὶ οὐκ ἂν ἕλοιεν αὐτὸν συστάδην, τῆς μὲν ἐκ χειρὸς ἀπείχοντο μάχης, προσωτέρω δʼ ἀποστάντες ἔβαλλον οἱ μὲν σαυνίοις, οἱ δὲ χερμάσιν, οἱ δὲ ξύλοις· τινὲς δʼ αὐτῶν προσελθόντες ἐκ τῶν πλαγίων τῷ ὄχθῳ καὶ γενόμενοι κατὰ κεφαλῆς κατεκύλιον ὑπερμεγέθεις ἄνωθεν πέτρας, ἕως ὑπὸ πλήθους τῶν ἐξ ἐναντίας βαλλομένων καὶ βάρους τῶν ἄνωθεν ἐπικαταραττομένων διέφθειραν αὐτόν. Σίκκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν.
 
οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντες τοὺς τραυματίας καὶ διέσπειραν λόγον, ὡς ἐπιφανεὶς αὐτοῖς πολεμίων λόχος τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺς ἄλλους ἄνδρας, οἷς πρώτοις ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντες μόλις αὐτοὺς ἀποφύγοιεν. καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν. οὐ μὴν ἔλαθέ γʼ αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότος καὶ μηδένα μηνυτὴν ἔχοντος ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆς ἅπαντα ἐπισκοπούσης τὰ θνητὰ πράγματα δίκης ἐξηλέγχθησαν τεκμηρίοις ἀναμφισβητήτοις.
 
οἱ γὰρ ἐν τῷ στρατοπέδῳ ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου, διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ ὅτι πρεσβύτης ὢν καὶ ὑπὸ τῆς ἡλικίας πολεμικῶν ἀγώνων ἀπολυόμενος εἰς κίνδυνον ἑκούσιον ἔδωκεν αὑτὸν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, ψηφίζονται συνελθόντες εἰς ἓν ἀπὸ τῶν τριῶν ταγμάτων ἐξελθεῖν ἐπὶ τὴν ἀναίρεσιν τοῦ σώματος, ἵνα μετὰ πολλῆς ἀσφαλείας τε καὶ τιμῆς ἐπὶ τὴν παρεμβολὴν παρακομισθείη. συγχωρησάντων δὲ τῶν ἡγεμόνων διʼ εὐλάβειαν, μή τινα παράσχοιεν αὐτοῖς ὑποψίαν περὶ τὸ πρᾶγμα ἐπιβουλῆς καλῷ καὶ προσήκοντι ἔργῳ ἐνιστάμενοι,
 
λαβόντες τὰ ὅπλα ἐξῄεσαν. ἐλθόντες δʼ ἐπὶ τὸν τόπον ὡς εἶδόν οὔτε δρυμοὺς οὔτε φάραγγας οὔτʼ ἄλλο χωρίον, ἔνθα ὑποκαθίζειν ἐστὶ λόχους ἔθος, ἀλλὰ ψιλὸν καὶ περιφανῆ καὶ στενόπορον ὄχθον, διʼ ὑποψίας ἔλαβον εὐθέως τὸ πραχθέν· ἔπειτα τοῖς νεκροῖς προσελθόντες ὡς ἐθεάσαντο τόν τε Σίκκιον αὐτὸν ἀσκύλευτον ἐρριμμένον καὶ τοὺς ἄλλους ἅπαντας, ἐν θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε
 
ὅπλα περιείλαντο μήτʼ ἐσθῆτα περιέδυσαν. διερευνώμενοί τε τὰ πέριξ ἅπαντα ὡς οὔτε στίβον ἵππων οὔτʼ ἴχνος ἀνθρώπων οὐδὲν εὕρισκον ἔξω τῶν διὰ τῆς ὁδοῦ, πρᾶγμα ἀμήχανον ὑπελάμβανον εἶναι πολεμίους ἐπιφανῆναι τοῖς σφετέροις ἀφανεῖς, ὥσπερ πτηνούς τινας ἢ διοπετεῖς. ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τὰ ἄλλα μέγιστον αὐτοῖς ἐφάνη τεκμήριον τοῦ μὴ πρὸς ἐχθρῶν, ἀλλʼ ὑπὸ φίλων τὸν ἄνδρα ἀπολωλέναι,
 
τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν. οὐ γὰρ ἀκονιτί γʼ ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης. ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων. αὐτός τε γὰρ ὁ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δʼ ὑπὸ σαυνίων, τὰς δʼ ὑπὸ μαχαιρῶν, καὶ ὁ ὑπασπιστής· οἱ δʼ ὑπʼ ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν ἢ χερμάδων ἢ σαυνίων, βέλους δὲ οὐδεμίαν.
 
ἀγανάκτησις δὴ μετὰ τοῦτʼ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός· ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους· εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι παραχρῆμα. καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες αὐτῶν.
 
ὡς δʼ οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τʼ ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπʼ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι· πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι. τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν.
 
τὸ δʼ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας καθιδρυμένον καὶ τὸ ἐν τῇ πόλει πλῆθος ἅπαν διὰ ταύτας ἐξεπολεμώθη τὰς αἰτίας πρὸς αὐτούς. ἀνὴρ ἐκ τῶν δημοτικῶν, Λεύκιος Οὐεργίνιος, οὐδενὸς χείρων τὰ πολεμικά, λόχου τινὸς ἡγεμονίαν ἔχων ἐν τοῖς πέντε τάγμασιν ἐτάχθη τοῖς ἐπʼ Αἰκανοὺς στρατευσαμένοις.
 
τούτῳ θυγάτηρ ἔτυχεν οὖσα καλλίστη τῶν ἐν Ῥώμῃ παρθένων τὸ πατρῷον ὄνομα φέρουσα, ἣν ἐνεγγυήσατο Λεύκιος εἷς ἐκ τῶν δεδημαρχηκότων υἱὸς Ἰκιλίου τοῦ πρώτου τε καταστησαμένου τὴν δημαρχιἔστι
 
κὴν ἐξουσίαν καὶ πρώτου λαβόντος. ταύτην τὴν κόρην ἐπίγαμον οὖσαν ἤδη θεασάμενος Ἄππιος Κλαύδιος ὁ τῆς δεκαδαρχίας ἡγεμὼν ἀναγινώσκουσαν ἐν γραμμα- τιστοῦ—ἦν δὲ τὰ διδασκαλεῖα τότε τῶν παίδων περὶ τὴν ἀγοράν—εὐθύς τε ὑπὸ τοῦ κάλλους τῆς παιδὸς ἑάλω καὶ ἔτι μᾶλλον ἔξω τῶν φρενῶν ἐγένετο πολλά- κις ἀναγκαζόμενος παριέναι τὸ διδασκαλεῖον ἤδη κρα-
 
τούμενος ὑπὸ τοῦ πάθους. ὡς δʼ οὐκ ἠδύνατο πρὸς γάμον αὐτὴν λαβεῖν ἐκείνην τε ὁρῶν ἐγγεγυημένην ἑτέρῳ καὶ αὐτὸς ἔχων γυναῖκα γαμετήν, καὶ ἅμα οὐδʼ ἀξιῶν ἐκ δημοτικοῦ γένους ἁρμόσασθαι γάμον, διʼ ὑπεροψίαν τῆς τύχης καὶ παρὰ τὸν νόμον, ὃν αὐτὸς ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψε, τὸ μὲν πρῶτον ἐπειράθη διαφθεῖραι χρήμασι τὴν κόρην, καὶ προσ- έπεμπέ τινας ἀεὶ πρὸς τὰς τροφοὺς αὐτῆς γυναῖκας— ἦν γὰρ ὀρφανὴ μητρὸς ἡ παῖς—διδούς τε πολλὰ καὶ ἔτι πλείονα τῶν διδομένων ὑπισχνούμενος. παρ- ηγγέλλετο δὲ τοῖς πειρωμένοις τὰς τροφοὺς μὴ λέγειν, τίς ὁ τῆς κόρης ἐστὶν ἐρῶν, ἀλλʼ ὅτι τῶν δυναμένων τις εὖ ποιεῖν οὓς βουληθείη καὶ κακῶς.
 
ὡς δʼ οὐκ ἔπειθον αὐτάς, ἀλλὰ καὶ φυλακῆς ἑώρα τὴν κόρην κρείττονος ἢ πρότερον ἀξιουμένην, φλεγόμενος ὑπὸ τοῦ πάθους τὴν ἰταμωτέραν ἔγνω βαδίζειν ὁδόν. μετα- πεμψάμενος δή τινα τῶν ἑαυτοῦ πελατῶν, Μάρκον Κλαύδιον, ἄνδρα τολμηρὸν καὶ πρὸς πᾶσαν ὑπηρεσίαν ἕτοιμον, τό τε πάθος αὐτῷ διηγεῖται καὶ διδάξας, ὅσα ποιεῖν αὐτὸν ἐβούλετο καὶ λέγειν, ἀποστέλλει συχνοὺς
 
τῶν ἀναιδεστάτων ἐπαγόμενον. ὁ δὲ παραγενόμενος ἐπὶ τὸ διδασκαλεῖον ἐπιλαμβάνεται τῆς παρθένου καὶ φανερῶς ἄγειν ἐβούλετο διʼ ἀγορᾶς. κραυγῆς δὲ γε- νομένης καὶ πολλοῦ συνδραμόντος ὄχλου κωλυόμενος ὅποι προῃρεῖτο τὴν κόρην ἄγειν ἐπὶ τὴν ἀρχὴν παρα- γίνεται. ἐκάθητο δʼ ἐπὶ τοῦ βήματος τηνικαῦτα μόνος Ἄππιος χρηματίζων τε καὶ δικάζων τοῖς δεομένοις. βουλομένου δʼ αὐτοῦ λέγειν κραυγή τε καὶ ἀγανάκτησις ἦν ἐκ τοῦ περιεστῶτος ὄχλου, πάντων ἀξιούντων περι- μένειν, ἕως ἔλθωσιν οἱ συγγενεῖς τῆς κόρης· καὶ ὁ
 
Ἄππιος οὕτως ἐκέλευσε ποιεῖν. ὡς δʼ ὀλίγος ὁ μεταξὺ χρόνος ἐγεγόνει, καὶ παρῆν ὁ πρὸς μητρὸς θεῖος τῆς παρθένου Πόπλιος Νομιτώριος φίλους τε πολλοὺς ἐπαγόμενος καὶ συγγενεῖς, ἀνὴρ ἐκ τῶν δημοτικῶν ἐμφανής, καὶ μετʼ οὐ πολὺ Λεύκιος, ὁ παρὰ τοῦ πα- τρὸς ἐνεγγυημένος τὴν κόρην, χεῖρα περὶ αὑτὸν ἔχων νέων δημοτικῶν καρτεράν. ὡς δὲ τῷ βήματι προσ- ῆλθεν, ἀσθμαίνων ἔτι καὶ μετέωρος τὸ πνεῦμα λέγειν ἠξίου, τίς ἐστιν ὁ τολμήσας ἅψασθαι παιδὸς ἀστῆς καὶ τί βουλόμενος.
 
σιωπῆς δὲ γενομένης Μάρκος Κλαύδιος ὁ τῆς παιδὸς ἐπιλαβόμενος τοιοῦτον διεξῆλθε λόγον· οὐδὲν οὔτε προπετὲς οὔτε βίαιον πέπρακταί μοι περὶ τὴν κόρην, Ἄππιε Κλαύδιε· κύριος δʼ αὐτῆς ὢν κατὰ τοὺς νόμους ἄγω. ὃν δὲ τρόπον ἐστὶν ἐμή, μάθε.
 
μοι θεράπαινα πατρικὴ πολλοὺς πάνυ δουλεύουσα χρόνους. ταύτην κύουσαν ἡ Οὐεργινίου γυνὴ συνήθη καὶ εἰσοδίαν οὖσαν ἔπεισεν ἐὰν τέκῃ, δοῦναι τὸ παιδίον αὐτῇ. κἀκείνη φυλάττουσα τὰς ὑποσχέσεις γενομένης αὐτῇ ταύτης τῆς θυγατρὸς πρὸς μὲν ἡμᾶς ἐσκήψατο νεκρὸν τεκεῖν, τῇ δὲ Νομιτωρίᾳ δίδωσι τὸ παιδίον· ἡ δὲ λαβοῦσα ὑποβάλλεται καὶ τρέφει παίδων οὔτʼ ἀρρένων οὔτε θηλειῶν οὖσα μήτηρ.
 
πρότερον οὖν ἐλάνθανέ με ταῦτα, νῦν δὲ διὰ μηνύσεως ἐπιγνοὺς καὶ μάρτυρας ἔχων πολλοὺς καὶ ἀγαθοὺς καὶ τὴν θεράπαιναν ἐξητακὼς ἐπὶ τὸν κοινὸν ἁπάντων καταφεύγω νόμον, ὃς οὐ τῶν ὑποβαλλομένων, ἀλλὰ τῶν μητέρων εἶναι τὰ ἔκγονα δικαιοῖ, ἐλευθέρων μὲν οὐσῶν ἐλεύθερα, δούλων δὲ δοῦλα, τοὺς αὐτοὺς ἔχοντα κυρίους,
 
οὓς ἂν καὶ αἱ μητέρες αὐτῶν ἔχωσι. κατὰ τοῦτον τὸν νόμον ἀξιῶ τὴν θυγατέρα τῆς ἐμῆς θεραπαίνης ἄγειν καὶ δίκας ὑπέχειν βουλόμενος, ἐὰν ἀντιποιῆταί τις ἐγγυητὰς καθιστὰς ἀξιοχρέους ἄξειν αὐτὴν ἐπὶ τὴν δίκην· εἰ δὲ ταχεῖαν βούλεταί τις γενέσθαι τὴν διάγνωσιν, ἕτοιμος ἐπὶ σοῦ λέγειν τὴν δίκην αὐτίκα μάλα, καὶ μὴ διεγγυᾶν τὸ σῶμα μηδʼ ἀναβολὰς τῷ πράγματι προσάγειν· ὁποτέραν δʼ ἂν οὗτοι βουληθῶσι τῶν αἱρέσεων, ἑλέσθωσαν.
 
τοιαῦτʼ εἰπόντος Κλαυδίου καὶ πολλὴν προσθέντος δέησιν ὑπὲρ τοῦ μηδὲν ἐλαττωθῆναι τῶν ἀντιδίκων, ὅτι πελάτης ἦν καὶ ταπεινός, παραλαβὼν τὸν λόγον ὁ τῆς κόρης θεῖος ὀλίγα καὶ αὐτὰ τὰ πρὸς τὸν ἄρχοντα εἰρῆσθαι προσήκοντα εἶπε· πατέρα μὲν οὖν εἶναι τῆς κόρης λέγων Οὐεργίνιον ἐκ τῶν δημοτικῶν, ὃν ἀποδημεῖν στρατευόμενον ὑπὲρ τῆς πόλεως· μητέρα δὲ γενέσθαι Νομιτωρίαν τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, σώφρονα καὶ ἀγαθὴν γυναῖκα, ἣν οὐ πολλοῖς πρότερον ἐνιαυτοῖς ἀποθανεῖν· τραφεῖσαν δὲ τὴν παρθένον, ὡς ἐλευθέρᾳ καὶ ἀστῇ προσῆκεν, ἁρμοσθῆναι κατὰ νόμον Ἰκιλίῳ, καὶ τέλος ἂν ἐσχηκέναι τὸν γάμον,
 
εἰ μὴ θᾶττον ὁ πρὸς Αἰκανοὺς ἀνέστη πόλεμος. ἐν δὲ τοῖς μεταξὺ χρόνοις οὐκ ἐλαττόνων ἢ πεντεκαίδεκα διεληλυθότων ἐτῶν οὐδὲν τοιοῦτον ἐπιχειρήσαντα πρὸς αὐτοὺς εἰπεῖν Κλαύδιον, ἐπειδὴ δὲ γάμων ἡ παῖς ἔσχεν ὥραν καὶ διαφέρειν δοκεῖ τὴν ὄψιν, ἐρῶντα ἥκειν ἀναίσχυντον συκοφάντημα πλάσαντα, οὐκ ἀπὸ τῆς ἑαυτοῦ γνώμης, ἀλλὰ κατεσκευασμένον ὑπʼ ἀνδρὸς ἁπάσαις οἰομένου δεῖν ταῖς ἐπιθυμίαις ἐκ παντὸς τρόπου χαρίζεσθαι.
 
τὴν μὲν οὖν δίκην αὐτὸν ἔφη τὸν πατέρα περὶ τῆς θυγατρὸς ἀπολογήσεσθαι παραγενόμενον ἀπὸ τῆς στρατιᾶς· τὴν δὲ τοῦ σώματος ἀντιποίησιν, ἣν ἔδει γενέσθαι κατὰ τοὺς νόμους, αὐτὸς ποιεῖσθαι θεῖος ὢν τῆς κόρης καὶ τὰ δίκαια ὑπέχειν, οὐδὲν ἀξιῶν οὔτε ξένον οὔτε ὃ μὴ καὶ τοῖς ἄλλοις ἀποδίδοται Ῥωμαίοις δίκαιον, εἰ καὶ μὴ πᾶσιν ἀνθρώποις, σώματος εἰς δουλείαν ἐξ ἐλευθερίας ἀγομένου μὴ τὸν ἀφαιρούμενον τὴν ἐλευθερίαν, ἀλλὰ τὸν φυλάττοντα κύριον εἶναι μέχρι δίκης.
 
ἔφη τε διὰ πολλὰς αἰτίας προσήκειν τῷ Ἀππίῳ φυλάττειν τοῦτο τὸ δίκαιον· πρῶτον μὲν ὅτι τὸν νόμον τοῦτον ἅμα τοῖς ἄλλοις ἐν ταῖς δώδεκα δέλτοις ἀνέγραψεν· ἔπειθʼ ὅτι τῆς δεκαδαρχίας ἡγεμών· πρὸς δὲ τούτοις ὅτι μετὰ τῆς ὑπατικῆς ἐξουσίας καὶ τὴν δημαρχίαν προσειλήφει, ἧς εἶναι κράτιστον ἔργον τοῖς ἀσθενέσι καὶ ἐρήμοις τῶν πολιτῶν βοηθεῖν.
 
ἠξίου τε τὴν καταπεφευγυῖαν ἐπʼ αὐτὸν ἐλεῆσαι παρθένον, μητρὸς μὲν ὀρφανὴν οὖσαν ἔτι πάλαι, πατρὸς δʼ ἔρημον ἐν τῷ τότε χρόνῳ, κινδυνεύουσαν οὐ χρημάτων ἀποστερηθῆναι προγονικῶν, ἀλλὰ καὶ ἀνδρὸς καὶ πατρίδος καὶ ὃ πάντων μέγιστον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἀγαθῶν, τῆς τοῦ σώματος ἐλευθερίας. ἀνακλαυσάμενος δὲ τὴν ὕβριν, εἰς ἣν ἔμελλεν ἡ παῖς παραδοθήσεσθαι, καὶ πολὺν ἐκ τῶν παρόντων κινήσας ἔλεον περὶ τοῦ χρόνου τῆς δίκης ἔφη τελευτῶν·
 
ἐπειδὴ ταχεῖαν αὐτῆς βούλεται γενέσθαι τὴν κρίσιν Κλαύδιος, ὁ μηδὲν ἠδικῆσθαι φάμενος ἐν τοῖς πεντεκαίδεκα ἔτεσιν, ἕτερος μὲν ἄν τις ὑπὲρ τηλικούτων ἀγωνιζόμενος δεινὰ πάσχειν ἔλεξε καὶ ἠγανάκτει κατὰ τὸ εἰκός, ὅταν εἰρήνη γένηται καὶ πάντες ἔλθωσιν οἱ νῦν ὄντες ἐπὶ στρατοπέδου, τότε τὴν δίκην ἀξιῶν ἀπολογεῖσθαι, ὅτε καὶ μαρτύρων εὐπορία καὶ φίλων καὶ δικαστῶν ἀμφοτέροις ἔσται τοῖς δικαζομένοις, πολιτικὰ καὶ μέτρια πράγματα προφέρων καὶ τῇ Ῥωμαίων συνήθη πολιτείᾳ·
 
ἡμεῖς δʼ, ἔφη, λόγων οὐδὲν δεόμεθα οὔτʼ εἰρήνης οὔτʼ ὄχλου φίλων καὶ δικαστῶν οὔτʼ εἰς τοὺς δικασίμους χρόνους τὸ πρᾶγμα ἀναβαλλόμεθα, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν σπάνει φίλων καὶ οὐκ ἐν ἴσοις δικασταῖς καὶ παραχρῆμα ὑπομένομεν ἀπολογεῖσθαι, τοσοῦτον αἰτησάμενοι παρὰ σοῦ χρόνον, Ἄππιε, ὅσος ἱκανὸς ἔσται τῷ πατρὶ τῆς κόρης ἀπὸ στρατοπέδου παραγενηθέντι τὰς ἰδίας ἀποδύρασθαι τύχας, καὶ διʼ ἑαυτοῦ τὴν δίκην ἀπολογήσασθαι.
 
τοιαῦτα τοῦ Νομιτωρίου λέξαντος καὶ τοῦ περιεστηκότος ὄχλου μεγάλῃ βοῇ διασημήναντος, ὡς δίκαια ἀξιοῖ, μικρὸν ἐπισχὼν χρόνον Ἄππιος· ἐγὼ τὸν μὲν νόμον, εἶπεν, οὐκ ἀγνοῶ τὸν ὑπὲρ τῆς διεγγυήσεως τῶν εἰς δουλείαν ἀγομένων κείμενον, ὃς οὐκ ἐᾷ παρὰ τοῖς ἀφαιρουμένοις εἶναι τὸ σῶμα μέχρι δίκης, οὐδὲ καταλύσαιμι ἂν ὃν αὐτὸς ἔγραψα ἑκών· ἐκεῖνο μέντοι δίκαιον ἡγοῦμαι, δυεῖν ὄντων τῶν ἀντιποιουμένων, κυρίου καὶ πατρός, εἰ μὲν ἀμφότεροι παρῆσαν, τὸν πατέρα κρατεῖν τοῦ σώματος μέχρι δίκης.
 
ἐπεὶ δʼ ἐκεῖνος ἄπεστι, τὸν κύριον ἀπαγαγεῖν ἐγγυητὰς ἀξιοχρέους δόντα καταστήσειν ἐπὶ τὴν ἀρχήν, ὅταν ὁ πατὴρ αὐτῆς παραγένηται. περὶ δὲ τῶν ἐγγυητῶν καὶ τοῦ τιμήματος καὶ τοῦ μηδὲν ὑμᾶς ἐλαττωθῆναι περὶ τὴν δίκην, πολλὴν ποιήσομαι πρόνοιαν, ὦ Νομιτώριε.
 
νῦν δὲ παράδος τὴν κόρην. τοῦτο τὸ τέλος ἐξενέγκαντος Ἀππίου πολὺς μὲν ὀδυρμὸς ὑπὸ τῆς παρθένου καὶ τῶν περὶ αὐτὴν γυναικῶν ἐγίνετο καὶ κοπετός, πολλὴ δὲ κραυγὴ καὶ ἀγανάκτησις ἐκ τοῦ περιεστηκότος ὄχλου τὸ βῆμα. ὁ δὲ μέλλων ἄγεσθαι τὴν κόρην Ἰκίλιος ἐμφύεταί τε αὐτῆς καί φησιν· οὐκ ἐμοῦ γε ζῶντος, Ἄππιε, ταύτην ἀπάξεταί τις.
 
ἀλλʼ εἴ σοι δέδοκται τοὺς νόμους καταλύειν, τὰ δὲ δίκαια συγχεῖν καὶ τὴν ἐλευθερίαν ἡμῶν ἀφαιρεῖσθαι, μηκέτι τὴν ὀνειδιζομένην ὑμῖν ἀρνοῦ τυραννίδα, ἀλλὰ τὸν ἐμὸν ἀποκόψας τράχηλον ταύτην τε ἀπαγαγεῖν, ὅπου σοι δοκεῖ, καὶ τὰς ἄλλας παρθένους καὶ γυναῖκας, ἵνα δὴ μάθωσιν ἤδη ποτὲ Ῥωμαῖοι δοῦλοι γεγονότες ἀντʼ ἐλευθέρων, καὶ μηδὲν ἔτι μεῖζον φρονῶσι τῆς τύχης.
 
τί οὖν ἔτι μέλλεις, ἀλλʼ οὐ τοὐμὸν ἐκχεῖς αἷμα πρὸ τοῦ βήματος ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς; ἴσθι μέντοι σαφῶς, ὅτι ἤτοι μεγάλων κακῶν ἄρξει Ῥωμαίοις ὁ θάνατος οὑμὸς ἢ μεγάλων ἀγαθῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi