Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

22.6 τοῦ δήμου πριαμένοις ἐχαρίσαντο. ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς. εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον· ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων,
22.7 δι’ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς· οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο· αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτʼ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτʼ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον.
22.8 τὰ δʼ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ διʼ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν.
23.1 ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν· ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος. τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi