Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

20.2 τότε τοίνυν ἀποστειλάντων ὑμῶν νεότητα πολλὴν καὶ ἀγαθὴν ἐπʼ ἀμφότερα τὰ ἔθνη τῷ μὲν ἑτέρῳ τῶν ὑπάτων εἰς δυσχωρίας ἀναγκασθέντι κατακλεῖσαι τὸ στρατόπεδον πρᾶξαι μὲν οὐδὲν ἐξεγένετο, πολιορκεῖσθαι δʼ ἐν τῷ χάρακι καὶ κινδυνεύειν σπάνει τῶν ἐπιτηδείων ἁλῶναι· Ναυτίῳ δʼ ἀντικαθημένῳ Σαβίνων μάχας ἀναγκαῖον ἦν τίθεσθαι πρὸς τοὺς αὐτοὺς συνεχεῖς καὶ μηδʼ οἵῳ τʼ εἶναι τοῖς κάμνουσι τῶν σφετέρων βοηθεῖν. ἦν τ οὐκ ἄδηλον, ὅτι τῆς ἐν Αἰκανοῖς στρατιᾶς ἀναρπασθείσης οὐδʼ ἡ Σαβίνους πολεμοῦσα ἀνθέξει συνελθόντων εἰς τὸ αὐτὸ
20.3 τῶν πολεμίων ἀμφοτέρων. τοιούτων δὴ κινδύνων τὴν πόλιν περιστάντων καὶ οὐδὲ τῶν ἐντὸς τείχους ὁμονοούντων τίνα βοήθειαν εὕρασθε ὑμεῖς περὶ μέσας νύκτας εἰς τὸ βουλευτήριον συνελθόντες; ἥπερ ὤνησεν ὁμολογουμένως πάντα τὰ πράγματα καὶ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα ὤρθωσεν, ἀρχὴν ἀπεδείξατε μίαν αὐτοκράτορα πολέμου καὶ εἰρήνης, ἁπάσας τὰς ἄλλας καταλύσαντες ἀρχάς, καὶ πρὶν ἡμέραν γενέσθαι δικτάτωρ ἀπεδέδεικτο Λεύκιος Κοίντιος ὁ βέλτιστος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi