Kitap 11
19.2
τὴν μὲν ἐπιβουλὴν τῶν δέκα ὁρᾶτε, ὦ πατέρες, οἳ κατʼ ἀρχάς τʼ οὐκ ἐπέτρεψάν μοι λέγειν ὅσα προῃρούμην πρὸς ὑμᾶς, καὶ νῦν ἐν τοῖς ὑστάτοις ἀποδεδώκασι λόγον ἐνθυμηθέντες, ὅπερ εἰκός, ὅτι τῇ τε Κλαυδίου γνώμῃ προσθέμενος οὐδὲν ὠφελήσω τὸ κοινὸν ὀλίγων αὐτῇ συνειρηκότων· ἑτέραν τε γνώμην παρὰ τὰς εἰρημένας αὐτοῖς ἀποφηνάμενος, κἂν τὰ κράτιστα ὑποθῶμαι, διακενῆς ἐρραψῳδηκὼς ἔσομαι.
19.3
εὐαρίθμητοι γάρ τινές εἰσιν οἱ μετʼ ἐμὲ ἀναστησόμενοι, οὓς ἐὰν ἅπαντας ὁμογνώμονας λάβω, τί γενήσεταί μοι πλέον οὐδὲ πολλοστὴν ἕξοντι μοῖραν τῶν Κορνηλίῳ συναγορευόντων; οὐ μὴν ἐγὼ ταῦθʼ ὑφορώμενος ὀκνήσω τὴν ἐμαυτοῦ γνώμην εἰπεῖν. ὅταν γὰρ ἀκούσητε πάντων, ἐφʼ ὑμῖν ἔσται τὰ κράτιστα ἑλέσθαι.
19.4
περὶ μὲν οὖν τῆς δεκαδαρχίας, ὃν τρόπον ἐπιμελεῖται τῶν κοινῶν, ὅσα Κλαύδιος ὁ βέλτιστος εἶπε, καὶ ἐμοὶ νομίσατε εἰρῆσθαι, καὶ ὅτι δεῖ νέας ἀρχὰς ἀποδειχθῆναι, πρὶν ἢ τὸ περὶ τοῦ πολέμου γενέσθαι ψήφισμα· καὶ γὰρ ταῦτα εἴρηται τῷ