Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 11

1.3 ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα. οὐδέ γʼ ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλʼ εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, διʼ ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς πράγμασι, διδαχθῆναι.
1.4 τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλʼ ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν, τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει· χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου.
1.5 ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν. διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi