Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

51.4 ὑμῖν δʼ, ὦ βουλή, ὁσάκις ἐνέστη τις ἀμφισβήτησις καὶ φιλονεικία πρὸς τὸν δῆμον, ἀεί τι μειονεκτεῖν ἐξεγένετο τὸ μὲν ἀκούειν κακῶς, τὸ δʼ εἰς ἀνδρῶν ἐπιφανῶν θανάτους τε καὶ ὕβρεις καὶ ἐκβολὰς ζημιωθῆναι. καίτοι τί γένοιτʼ ἂν ἀτύχημα πόλει μεῖζον ἢ τοὺς κρατίστους τῶν ἀνδρῶν περικόπτεσθαι καὶ ταῦτα οὐ σὺν δίκῃ; ὧν ὑμῖν φείδεσθαι παραινῶ καὶ μήτε τοὺς νῦν ἄρχοντας προβαλόντας εἰς κίνδυνον πρόδηλον, ἔπειτα ἐγκαταλιπόντας ἐν τοῖς δεινοῖς μετανοεῖν, μήτε τῶν ἄλλων τινά,
51.5 οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ. κεφάλαιον δʼ ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δʼ εἰς Ἀθήνας· οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο. ἀφικομένων δʼ αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μηδʼ ἄλλας ἐπʼ ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλως τε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ.
52.1 τοιαῦτα εἰπόντος τοῦ Ῥωμιλίου οἵ τε ὕπατοι συνελαμβάνοντο τῆς γνώμης ἀμφότεροι πολλὰ καὶ ἐκ παρασκευῆς συγκείμενα διεξιόντες, καὶ τῶν ἄλλων βουλευτῶν συχνοί, καὶ ἐγένοντο πλείους οἱ ταύτῃ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi