Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

38.3 σιωπῶ, — ἀλλʼ εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστʼ οὐδὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐδὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περί τε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις διʼ οὐδὲν ἕτερον, ἀλλʼ ὅτι φιλόπολις ἦν καὶ φιλόδημος,
38.4 ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν. Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, ἃ περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοί τʼ ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν.
38.5 τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες.
39.1 ἐῶ τἆλλα· ἀλλʼ οἱ νῦν ἄρχοντες ὑμῶν, ὅτι τοῖς κατισχυομένοις τῶν δημοτικῶν ἠξίουν βοηθεῖν, οὓς ὑμεῖς ἱεροὺς καὶ ἀσύλους ἐποιήσατε τῷ νόμῳ, τί οὐ πεπόνθασι τῶν δεινῶν; οὐχὶ τυπτόμενοι καὶ λακτιζόμενοι καὶ πᾶσαν αἰκίαν ὑπομείναντες ἀπηλάσθησαν ἐκ τῆς ἀγορᾶς; καὶ ὑμεῖς ταῦτα πάσχοντες ἀνέχεσθε καὶ οὐ ζητεῖτε, ὅπως παρʼ αὐτῶν λήψεσθε δίκας ταῖς γοῦν ψήφοις, ἐν αἷς μόναις ἔξεστιν ὑμῖν ἀποδείξασθαι τὴν ἐλευθερίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi