Kitap 10
ἂν ἄλλως χωρήσῃ τὰ καθʼ ἡμᾶς ἀσφαλής· εἰ μὴ ἄρα ἐκείνῃ τῇ ψυχρᾷ ἐλπίδι ἐπαίρεσθε, ὡς διαφθαρέντων τῶν πατρικίων ὑμᾶς ἐάσουσιν οἱ πολέμιοι ταύτην ὑπολογιζόμενοι τὴν εὐεργεσίαν, καὶ συγχωρήσουσιν ὑμῖν τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά, ὅσα νῦν ἔχετε, καρποῦσθαι, ὧν ὑμεῖς ὅτε τὰ ἄριστα ἐφρονεῖτε πολλὴν μὲν γῆν ἀπετέμεσθε, πολλὰς δὲ πόλεις ἐξανδραποδισάμενοι κατεσκάψατε, πολλὰ δὲ καὶ μεγάλα καὶ οὐδʼ ὑπὸ τοῦ παντὸς αἰῶνος ἀφανισθησόμενα τρόπαια καὶ
μνημεῖα τῆς ἔχθρας ἀνεστήσατε. ἀλλὰ τί τῷ δήμῳ ταῦτʼ ἐπιτιμῶ, ὃς οὐδέποτε πονηρὸς ἑκὼν ἐγένετο, μᾶλλον ἢ οὐχ ὑμῖν, ὦ Οὐεργίνιε, τοῖς τὰ καλὰ ταῦτα πολιτευομένοις; ἡμῖν μὲν οὖν, οἷς ἀνάγκη μηδὲν ταπεινὸν φρονεῖν, δέδοκταί τε καὶ οὐθὲν ἔσται τὸ κωλύσον ἄρασθαι τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ὑμῖν δὲ τοῖς ἐγκαταλιποῦσι καὶ προδοῦσι τὸ κοινὸν ἥξει δίκη τιμωρὸς οὐ μεμπτὴ παρὰ θεῶν, ἐὰν ἄρα διαφύγητε τὴν παρʼ ἀνθρώπων κόλασιν.
ἀλλʼ οὐδὲ ταύτην διαφεύξεσθε· καὶ μή με δεδίττεσθαι ὑπολάβητε, ἀλλʼ εὖ ἴστε, ὅτι οἱ καταλειφθέντες ἡμῶν ἐνθάδε φύλακες τῆς πόλεως, ἐὰν κρείττω τὰ τῶν ἐχθρῶν γένηται, φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν. οὐ γὰρ ἤδη βαρβάροις μέν τισιν ἁλισκομένοις ὑπὸ τῶν πολεμίων εἰς νοῦν ἦλθε μήτε γυναικῶν αὐτοῖς παραχωρῆσαι μήτε παίδων μήτε πόλεων, ἀλλὰ τὰς μὲν ἐμπρῆσαι, τὰς δὲ
κατασφάξαι, Ῥωμαίοις δʼ ἄρα, οἷς ἑτέρων ἄρχειν πάτριόν ἐστιν, οὐ παραστήσεται ταῦτα περὶ ἑαυτῶν φρονεῖν; οὐχ οὕτως ἀγεννεῖς ἔσονται, ἀλλʼ ἀφʼ ὑμῶν τῶν ἐχθίστων ἀρξάμενοι τότε χωρήσουσι πρὸς τὰ φίλια. πρὸς ταῦτα ὁρῶντες ἐκκλησιάζετε καὶ νόμους εἰσφέρετε καινούς.
ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν παρεστήσατο τοὺς πρεσβυτάτους τῶν πατρικίων κλαίοντας, οὓς ἰδόντες πολλοὶ τῶν δημοτικῶν οὐδʼ αὐτοὶ κατέχειν τὰ δάκρυα ἐδύναντο. γενομένης δὲ πολλῆς συμπαθείας πρός τε τὰς ἡλικίας τῶν ἀνδρῶν καὶ πρὸς
τὰς ἀξίας μικρὸν ἐπισχὼν ὁ ὕπατος· οὐκ αἰσχύνεσθε, ἔφησεν, ὦ πολῖται, οὐδὲ κατὰ γῆς δύεσθε, εἰ οἵδε οἱ γέροντες ὑπὲρ ὑμῶν τῶν νέων τὰ ὅπλα ἀναλήψονται, ἀλλʼ ὑπομενεῖτε ἀπολειφθῆναι τούτων ἡγουμένων, οὓς ἀεὶ πατέρας ἐκαλεῖτε; ὦ σχέτλιοι ὑμεῖς καὶ οὐδὲ πολῖται ταύτης ἄξιοι λέγεσθαι τῆς γῆς, ἣν ἔκτισαν οἱ τοὺς πατέρας ἐπὶ τῶν ὤμων ἐνέγκαντες, οἷς καὶ διʼ ὅπλων καὶ διὰ πυρὸς ὁδοὺς ἀσφαλεῖς θεοὶ παρέσχον.
ὡς δὲ κατέμαθεν ὁ Οὐεργίνιος ἀγόμενον τὸν δῆμον ὑπὸ τῶν λόγων, δεδοικώς, μὴ παρὰ τὴν ἑαυτοῦ γνώμην κοινωνεῖν ὑπομείνῃ τοῦ πολέμου, παρελθὼν εἶπεν· ἡμεῖς οὔτʼ ἐγκαταλείπομεν οὔτε προδίδομεν ὑμᾶς, ὦ πατέρες, οὐδʼ ἂν ἀπολειφθείημεν ὑμῶν, ὥσπερ οὐδὲ πρότερον ἠξιώσαμεν οὐδεμιᾶς ἀπολειφθῆναι στρατείας, ἀλλὰ καὶ ζῆν αἱρούμεθα σὺν ὑμῖν καὶ πάσχειν, ὅ τι ἂν τῷ
δαίμονι δοκῇ, μεθʼ ὑμῶν. πρόθυμοι δʼ ἐν παντὶ καιρῷ περὶ ὑμᾶς γεγονότες ἀξιοῦμεν μετρίας παρʼ ὑμῶν τυχεῖν χάριτος, ὥσπερ τῶν κοινῶν κινδύνων ἰσομοιροῦμεν ὑμῖν, οὕτως καὶ τῶν δικαίων τὸ ἴσον ἔχειν, νόμους καταστησάμενοι φύλακας τῆς ἐλευθερίας, οἷς ἅπαντες ἀεὶ χρησόμεθα.
εἰ δὲ προσίσταται τοῦθʼ ὑμῖν, καὶ οὐκ ἀξιοῦτε τοῖς ἑαυτῶν πολίταις ταύτην συγχωρῆσαι τὴν χάριν, ἀλλὰ θανάτου τιμᾶσθε τὸ μεταδοῦναι τῷ δήμῳ τῆς ἰσηγορίας, οὐκέτι φιλονεικοῦμεν ὑμῖν· αἰτησόμεθα δʼ ἑτέραν παρʼ ὑμῶν χάριν, ἧς τυχόντες ἴσως ἂν οὐδὲ καινῶν ἔτι δεηθείημεν νόμων. εἰσέρχεται δʼ ἡμᾶς εὐλάβεια, μή ποτε οὐδὲ ταύτης τύχωμεν, ἐξ ἧς τῇ βουλῇ μὲν οὐδὲν ἔσται βλάβος, τῷ δὲ δήμῳ τιμή τις ὑπάρξει καὶ φιλανθρωπία.
εἰπόντος δὲ τοῦ ὑπάτου, ὅτι τοῦτο τὸ πολίτευμα τῇ βουλῇ συγχωροῦντες οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων, καὶ κελεύοντος λέγειν ὅτου δέονται, ὀλίγα διαλεχθεὶς τοῖς συνάρχουσιν ὁ
Οὐεργίνιος, ἐπὶ τῆς βουλῆς ἔφησεν ἐρεῖν. καὶ μετὰ ταῦτα συναγαγόντων τὸ συνέδριον τῶν ὑπάτων παρελθὼν καὶ τὰ δίκαια τοῦ δήμου πρὸς τὴν βουλὴν ἅπαντα εἰσενεγκάμενος ᾐτήσατο διπλασιασθῆναι τὴν ἀρχὴν τὴν προισταμένην τοῦ δήμου, καὶ ἀντὶ τῶν πέντε δημάρχων δέκα εἰς ἕκαστον ἐνιαυτὸν ἀποδείκνυσθαι. τοῦτο οἱ μὲν ἄλλοι βλάβην οὐδεμίαν ᾤοντο τῷ κοινῷ φέρειν, ἀλλὰ διδόναι καὶ μὴ ἀντιπράττειν παρῄνουν, ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου,
τοῦ τότε μέγιστον ἔχοντος ἐν τῇ βουλῇ κράτος. εἷς δὲ μόνος ἀντέλεγε Γάιος Κλαύδιος, υἱὸς Ἀππίου Κλαυδίου, τοῦ παρὰ πάντα τὸν χρόνον τοῖς εἰσηγήμασι τῶν δημοτικῶν, εἴ τινα μὴ νόμιμα ἦν, ἐναντιωθέντος διαδεδεγμένος τὰ πολιτεύματα τοῦ πατρός, καὶ ὅτʼ αὐτὸς εἶχε τὴν ὕπατον ἀρχὴν κωλύσας δοθῆναι τοῖς δημάρχοις τὴν κατὰ τῶν ἱππέων τῶν ἐπὶ τῇ συνωμοσίᾳ διαβαλλομένων ἐξέτασιν, καὶ μακρὸν διεξελθὼν λόγον ἐδίδασκεν, ὅτι μετριώτερος μὲν ὁ δῆμος οὐδὲν οὐδὲ χρηστότερος ἔσται διπλασιασθείσης αὐτῷ τῆς ἀρχῆς, ἀνοητότερος δὲ καὶ βαρύτερος.
οὐ γὰρ ἐπὶ ῥητοῖς τισι παραλήψεσθαι τὴν ἀρχὴν τοὺς ὕστερον ἀποδειχθησομένους, ὥστε μένειν ἐπὶ τοῖς καθεστηκόσιν, ἀλλὰ καὶ τὸν περὶ τῆς κληρουχίας αὖθις θις προθήσειν λόγον καὶ τὸν ὑπὲρ τῆς ἰσοτιμίας, καὶ πάντας ἑξῆς ζητήσειν, ὅ τι λέγοντες ἢ πράττοντες τὸ μὲν τοῦ δήμου κράτος αὐξήσουσι, τὰς δὲ τῆς βουλῆς τιμὰς καταλύσουσι. καὶ σφόδρα ἐκίνησε τοὺς πολλοὺς ὁ λόγος. ἔπειτα μετήγαγεν αὐτοὺς ὁ Κοίντιος διδάσκων,
ὅτι πρὸς τῆς βουλῆς ἐστι τὸ πολλοὺς εἶναι τοῦ δήμου προστάτας. ἧττον γὰρ ὁμονοήσειν τοὺς πλείους τῶν ἐλαττόνων, μίαν δὲ βοήθειαν εἶναι τοῖς κοινοῖς, ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν, ἐὰν στασιάζῃ τὸ ἀρχεῖον καὶ μὴ πᾶσι τὸ αὐτὸ δοκῇ.
ἐδόκει τε δὴ ταῦτα καὶ γίνεται δόγμα βουλῆς· ἐξεῖναι τῷ δήμῳ δέκα δημάρχους καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι, τῶν δὲ τότε ὄντων ἐν ἀρχῇ μηθένα. τοῦτο τὸ προβούλευμα οἱ περὶ τὸν Οὐεργίνιον λαβόντες ἐξήνεγκαν καὶ κυρώσαντες τὸν ἐπʼ αὐτῷ γραφέντα νόμον δέκα δημάρχους εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπέδειξαν.
παυσαμένης δὲ τῆς στάσεως καταγράψαντες τὰς δυνάμεις οἱ ὕπατοι διεκληρώσαντο τὰς ἐξόδους· Μηνυκίῳ μὲν οὖν ὁ κατὰ Σαβίνων πόλεμος ἐδόθη, Ὁρατίῳ δὲ ὁ κατʼ Αἰκανῶν, καὶ κατὰ σπουδὴν ἐξῄεσαν ἀμφότεροι. Σαβῖνοι μὲν οὖν τὰς πόλεις διὰ φυλακῆς ἔχοντες ὑπερεῖδον ἀγομένων τε καὶ φερομένων ἁπάντων τῶν κατὰ τοὺς ἀγρούς, Αἰκανοὶ δὲ τὴν ἐναντιωσομένην Ῥωμαίοις δύναμιν ἀπέστειλαν.
ἀγωνισάμενοι δὲ λαμπρῶς οὐχ οἷοί τε ἐγένοντο τὴν Ῥωμαίων ὑπερβαλέσθαι δύναμιν, ἀλλʼ ἠναγκάσθησαν εἰς τὰς πόλεις ἀπελθεῖν ἀποβαλόντες τὸ πολίχνιον, ὑπὲρ οὗ τὸν ἀγῶνα ἐποιοῦντο. Ὁράτιος δὲ τρεψάμενος τοὺς πολεμίους καὶ πολλὰ τῆς χώρας αὐτῶν κακώσας τοῦ τε Κορβιῶνος τὰ τείχη κατασπάσας καὶ τὰς οἰκήσεις ἐκ θεμελίων ἀνελὼν ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου.
τῷ δʼ ἑξῆς ἔτει Μάρκου Οὐαλερίου καὶ Σπορίου Οὐεργινίου τὴν ὑπατείαν ἐχόντων στρατιὰ μὲν ὑπερόριος οὐδεμία ἐξῆλθε Ῥωμαίων, πολιτικὰ δέ τινα προσκρούσματα τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους συνέστη πάλιν, ἐξ ὧν ἔσχον οἱ δήμαρχοι παρασπάσαντές τι τῆς ὑπατικῆς δυναστείας. τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἐκκλησίας μόνον ἦσαν οἱ δήμαρχοι κύριοι, βουλὴν δὲ συνάγειν ἢ γνώμην ἀγορεύειν οὐκ ἐξῆν αὐτοῖς, ἀλλʼ ἦν τῶν ὑπάτων τοῦτο τὸ γέρας.
οἱ δὲ τότε δήμαρχοι πρῶτοι συγκαλεῖν ἐπεβάλοντο τὴν βουλὴν Ἰκιλλίου τὴν πεῖραν εἰσηγησαμένου, ὃς ἡγεῖτο μὲν τοῦ ἀρχείου, δραστήριος δέ τις ἦν ἀνὴρ καὶ ὡς Ῥωμαῖος εἰπεῖν οὐκ ἀδύνατος. εἰσέφερε γάρ τι καὶ οὗτος πολίτευμα καινὸν ἀξιῶν ἀπομερισθῆναι τοῖς δημόταις τόπον εἰς οἰκιῶν κατασκευὰς τὸν καλούμενον Αὐεντῖνον. ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς, οὐκ ἐλάττων ἢ δώδεκα σταδίων τὴν περίμετρον, ἐμπεριεχόμενος τῇ πόλει, ὃς οὐχ ἅπας τότε ᾠκεῖτο, ἀλλʼ
ἦν δημόσιός τε καὶ ὕλης ἀνάπλεως. τοῦτο τὸ πολίτευμα εἰσάγων ὁ δήμαρχος τοῖς τότε ὑπάτοις καὶ τῇ βουλῇ προσῄει δεόμενος τὸν ἐπʼ αὐτῷ γραφέντα νόμον προβουλεῦσαί τε καὶ εἰς τὸν δῆμον ἐξενεγκεῖν. ἀναβαλλομένων δὲ καὶ παρελκόντων τῶν ὑπάτων τὸν χρόνον πέμψας τὸν ὑπηρέτην ὡς αὐτοὺς ἐκέλευσεν ἐπὶ τὴν ἀρχὴν ἀκολουθεῖν καὶ τὴν βουλὴν συγκαλεῖν. ἐπεὶ δὲ τῶν ῥαβδούχων τις ἀπήλασε τὸν ὑπηρέτην κελευσθεὶς ὑπὸ τῶν ὑπάτων, ἀγανακτήσας ὁ Ἰκίλλιος καὶ οἱ συνάρχοντες αὐτοῦ, συνέλαβον τὸν ῥαβδοῦχον καὶ ἀπῆγον ὡς ῥίψοντες κατὰ τῆς πέτρας.
οἱ δὲ ὕπατοι βιάσασθαι μὲν ἢ τὸν ἀγόμενον ἀφελέσθαι, καίτοι δεινὰ δοκοῦντες ὑβρίσθαι, ἀδύνατοι ἦσαν, ἐπεκαλοῦντο δὲ τὴν ἐκ τῶν ἄλλων δημάρχων βοήθειαν. οὐθὲν γὰρ τῶν πραττομένων ὑπὸ τῆς ἀρχῆς ἐκείνης ἐπισχεῖν ἢ κωλῦσαι τῶν ἄλλων τινὶ ἔξεστιν, ἀλλʼ
ἑτέρου δημάρχου τοῦτʼ ἐστὶ τὸ κράτος. τοῖς δʼ ἄρα πᾶσιν ἦν ταῦτα κατʼ ἀρχὰς δεδογμένα μήτʼ εἰσηγήσασθαί τινα καινὸν πολίτευμα μηθὲν ἐφʼ ἑαυτοῦ βαλόμενον, ἐὰν μὴ πᾶσι τὸ αὐτὸ δοκῇ, μήτε ἐναντιωθῆναί τινα τοῖς πραττομένοις, ὅσʼ ἂν αἱ πλείους γνῶμαι δοκιμάσωσι· καὶ περὶ τούτων εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἱερὰ θύσαντες ὅρκους ἔδοσαν ἀλλήλοις· οὕτως οἰόμενοι μάλιστα τὸ τῆς δημαρχίας ἀκατάλυτον ἔσεσθαι κράτος, ἐὰν τὸ στασιάζον ἐξ αὐτῆς ἀναιρεθῇ.
τοῦτο δὴ φυλάττοντες τὸ συνωμόσιον εἶπον ἀπάγεσθαι τὸν φύλακα τῆς ἀρχῆς τῶν ὑπάτων, κοινὴν ἁπάντων εἶναι λέγοντες τὴν γνώμην, οὐ μὴν διέμεινάν γʼ ἐπὶ τῆς ὀργῆς, ἀλλὰ τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου παραιτουμένοις τὸν ἄνδρα ἀφῆκαν, τόν τε φθόνον ὑφορώμενοι τοῦ πράγματος, ὅτι πρῶτοι ἔμελλον θανάτῳ ζημιῶσαι τὸν ἄνδρα τὸ κελευσθὲν ὑπὸ τῶν ἀρχόντων ποιήσαντα, καὶ δεδοικότες, μὴ ἀπὸ ταύτης τῆς προφάσεως εἰς ἀπόνοιαν ἀναγκασθῶσιν οἱ πατρίκιοι τραπέσθαι.
μετὰ τοῦτο τὸ ἔργον συναχθείσης τῆς βουλῆς οἱ μὲν ὕπατοι κατηγορίαν πολλὴν τῶν δημάρχων ἐποιήσαντο· παραλαβὼν δὲ τὸν λόγον ὁ Ἰκίλλιος περί τε τῆς εἰς τὸν ὑπηρέτην ὀργῆς ἀπελογεῖτο τοὺς ἱεροὺς προφερόμενος νόμους, καθʼ οὓς οὔτε ἄρχοντι οὔτʼ ἰδιώτῃ συνεχωρεῖτο πράττειν οὐδὲν ἐναντίον δημάρχῳ, καὶ περὶ τοῦ συγκαλεῖν τὴν βουλὴν ἐδίδασκεν, ὡς οὐθὲν εἴη πεποιηκὼς ἄτοπον, πολλοὺς καὶ
παντοδαποὺς εἰς τοῦτο παρασκευασάμενος λόγους. ὡς δʼ ἀπελύσατο ταύτας τὰς κατηγορίας, τὸν ὑπὲρ τοῦ λόφου νόμον εἰσέφερεν. ἦν δὲ τοιόσδε· ὅσα μὲν ἰδιῶταί τινες εἶχον ἐκ τοῦ δικαίου κτησάμενοι, ταῦτα τοὺς κυρίους κατέχειν· ὅσα δὲ βιασάμενοί τινες ἢ κλοπῇ λαβόντες ᾠκοδομήσαντο, κομισαμένους τὰς δαπάνας, ἃς ἂν οἱ διαιτηταὶ γνῶσι, τῷ δήμῳ παραδιδόναι· τὰ δὲ ἄλλα, ὅσα ἦν δημόσια, χωρὶς ὠνῆς τὸν δῆμον παραλαβόντα διελέσθαι.
ἐδίδασκέ τε, ὅτι τοῦτο τὸ πολίτευμα εἰς πολλὰ μὲν καὶ ἄλλα συνοίσει τῇ πόλει, μάλιστα δὲ εἰς τὸ μὴ στασιάζειν ἔτι περὶ τῆς δημοσίας χώρας τοὺς πένητας, ἣν οἱ πατρίκιοι κατεῖχον. ἀγαπήσειν γὰρ αὐτοὺς τῆς πόλεως λαχόντας μέρος, ἐπειδὴ τῆς χώρας οὐκ ἔξεστι διὰ τοὺς ἐσφετερισμένους αὐτὴν πολλοὺς ὄντας καὶ δυνατούς.
τοιούτων ῥηθέντων ὑπʼ αὐτοῦ λόγων ὁ μὲν ἀντιλέγων Γάιος Κλαύδιος ἦν μόνος, οἱ δὲ συγκαταινοῦντες πολλοί, καὶ ἔδοξε διδόναι τῷ δήμῳ τὸν τόπον. μετὰ τοῦτο ἱεροφαντῶν τε παρόντων καὶ οἰωνοσκόπων καὶ ἱεροποιῶν δυεῖν καὶ ποιησαμένων τὰς νομίμους εὐχάς τε καὶ ἀρὰς ἐν τῇ λοχίτιδι ἐκκλησίᾳ συναχθείσῃ ὑπὸ τῶν ὑπάτων ὁ νόμος ἐκυρώθη, ὅς ἐστιν ἐν στήλῃ χαλκῇ γεγραμμένος, ἣν ἀνέθεσαν ἐν τῷ Αὐεντίνῳ
κομίσαντες εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν. κυρωθέντος δὲ τοῦ νόμου συνελθόντες οἱ δημοτικοὶ τά τε οἰκόπεδα διελάγχανον καὶ κατῳκοδόμουν ὅσον ἕκαστοι τόπον δυνηθεῖεν ἀπολαμβάνοντες. εἰσὶ δʼ οἳ σύνδυο καὶ σύντρεις καὶ ἔτι πλείους συνιόντες οἰκίαν κατεσκευάζοντο μίαν ἑτέρων μὲν τὰ κατάγεια λαγχανόντων, ἑτέρων δὲ τὰ ὑπερῷα. ὁ μὲν οὖν ἐνιαυτὸς ἐκεῖνος εἰς τὰς κατασκευὰς τῶν οἰκήσεων ἐδαπανήθη.
ὁ δὲ μετὰ τοῦτον, ἐν ᾧ τὴν ὕπατον ἀρχὴν παρειλήφεσαν Τίτος Ῥωμίλιος καὶ Γάιος Οὐετούριος, δήμαρχοι δʼ ἦσαν οἱ περὶ Λεύκιον Ἰκίλλιον τὸ δεύτερον ἄρχειν ἑξῆς αἱρεθέντες, οὐχ ἁπλοῦς, ἀλλὰ ποικίλος τις ἐγένετο καὶ μεγάλων μεστὸς πραγμάτων. ἥ τε γὰρ πολιτικὴ στάσις ἤδη μεμαράνθαι δοκοῦσα ὑπὸ τῶν δημάρχων πάλιν ἀνεκινεῖτο, καὶ πόλεμοί τινες ἐκ τῶν ἀλλοεθνῶν ἀνέστησαν, οἳ κακὸν μὲν οὐθὲν διαθεῖναι τὴν πόλιν ἠδυνήθησαν, οὐ μικρὰν δὲ ὠφέλειαν τὸ στασιάζον ἀνελόντες ἐξ αὐτῆς.
ἐγκύκλιον γὰρ δὴ τοῦτο καὶ ἐν ἔθει ἦν ἤδη τῇ πόλει πολεμουμένῃ μὲν ὁμονοεῖν, εἰρήνην δὲ ἀγούσῃ στασιάζειν. τοῦτο συνιδόντες ἅπαντες οἱ τὰς ὑπάτους ἀρχὰς παραλαβόντες κατʼ εὐχὰς μὲν εἴ τις ἔξωθεν ἐπανασταίη πόλεμος ἐλάμβανον· ἡσυχαζόντων δὲ τῶν ἀντιπάλων αὐτοὶ κατεσκεύαζον ἐγκλήματα καὶ προφάσεις πολέμων, ἅτε ὁρῶντες διὰ μὲν τοὺς πολέμους μεγάλην καὶ εὐδαίμονα γινομένην τὴν πόλιν, διὰ δὲ
τὰς στάσεις ταπεινὴν καὶ ἀσθενῆ. οἷς ὅμοια γνόντες οἱ τότε ὕπατοι στρατιὰν ἐξάγειν ἔκριναν ἐπὶ τοὺς πολεμίους δεδοικότες, μή τι διὰ τὴν εἰρήνην ἄρξωνται ταράττειν ἀργοὶ καὶ πένητες ἄνθρωποι, τοῦτο μὲν ὀρθῶς ἰδόντες, ὅτι δεῖ περισπᾶσαι τὸν ὄχλον ἐπὶ τοὺς ἔξω πολέμους, τὸ δὲ μετὰ τοῦτο οὐκ ὀρθῶς. δέον γὰρ αὐτοὺς ὡς ἐν νοσούσῃ πόλει μετρίαις χρῆσθαι ταῖς στρατολογίαις ἐπὶ τὸ βίᾳ προσαναγκάζειν τοὺς ἀπειθοῦντας ἐτράποντο, οὔτε παραίτησιν οὔτε συγγνώμην οὐδενὶ διδόντες οὐδεμίαν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις εἴς τε τὰ σώματα καὶ τὰς οὐσίας αὐτῶν πικρῶς χρώμενοι.
ταῦτα ποιούντων αὐτῶν ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ δήμαρχοι τοῦ δημαγωγεῖν τὰ πλήθη· καὶ συναγαγόντες εἰς ἐκκλησίαν τά τʼ ἄλλα τῶν ὑπάτων κατεβόων, καὶ ὅτι πολλοὺς τῶν πολιτῶν ἐκέλευσαν εἰς τὸ δεσμωτήριον ἀπάγειν τὴν δημαρχικὴν ἐξουσίαν ἐπικαλεσαμένους, τῆς τε στρατολογίας ἀπολύειν ἔφασαν αὐτοὶ δὴ μόνοι ἐξουσίαν ἐκ τῶν νόμων ἔχοντες. ὡς δʼ οὐθὲν ἐπέραινον, ἀλλʼ ἐπιστρεφεστέρας ἔτι τὰς καταγραφὰς ἑώρων γινομένας,
ἔργοις κωλύειν ἐπεβάλλοντο. ἀμυνομένων δὲ τῶν ὑπάτων καὶ τῷ κράτει τῆς ἀρχῆς ἐρεθισμοί τέ τινες ἐγίνοντο καὶ χειρῶν ἐπιβολαί. συνηγωνίζετο δὲ τοῖς μὲν ὑπάτοις ἡ τῶν πατρικίων νεότης, τοῖς δὲ δημάρχοις ὁ πένης καὶ ἀργὸς ὄχλος.
ἐκείνην μὲν οὖν τὴν ἡμέραν παρὰ πολὺ κρείττους ἐγένοντο τῶν δημάρχων οἱ ὕπατοι, ταῖς δʼ ἑξῆς ἡμέραις πλείονος ὄχλου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῶν ἀγρῶν, δόξαντες οἱ δήμαρχοι προσειληφέναι χεῖρα ἀξιόμαχον ἐκκλησίας τε συνεχεῖς ἐποιοῦντο καὶ τοὺς ὑπηρέτας κακῶς διακειμένους ἐκ τῶν πληγῶν ἐπεδείκνυσαν καὶ τὴν ἀρχὴν ἔλεγον ἀποθήσεσθαι, εἰ μή τις αὐτοῖς ἔσται παρὰ τοῦ δήμου βοήθεια.
συναγανακτοῦντος δʼ αὐτοῖς τοῦ πλήθους ἐκάλουν τοὺς ὑπάτους ἐπὶ τὸν δῆμον ὡς τῶν πεπραγμένων ὑφέξοντας λόγον. ὡς δʼ οὐ προσεῖχον αὐτοῖς ἐκεῖνοι τὸν νοῦν, ἐπὶ τὴν βουλὴν παρῆσαν — ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες — καὶ παρελθόντες ἐδέοντο μήθʼ αὑτοὺς τὰ αἴσχιστα πεπονθότας ὑπεριδεῖν μήτε τὸν δῆμον ἀφαιρεθέντα τὴν ἐξ αὐτῶν βοήθειαν, διεξιόντες ὅσα ἦσαν πεπονθότες ὑπὸ τῶν ὑπάτων καὶ τῆς περὶ αὐτοὺς συνωμοσίας οὐ μόνον εἰς τὴν ἐξουσίαν, ἀλλὰ καὶ εἰς τὰ
σώματα προπηλακισθέντες. ἠξίουν τε δυεῖν θάτερον ποιεῖν τοὺς ὑπάτους· εἰ μὲν ἀρνοῦνται μηδὲν ὧν οἱ νόμοι κεκωλύκασιν εἰς τὰ τῶν δημάρχων πλημμελῆσαι σώματα, παραγενομένους εἰς τὴν ἐκκλησίαν ἀπομόσαι, εἰ δʼ οὐχ ὑπομένουσι τὸν ὅρκον, ἥκειν ἐπὶ τοὺς δημότας λόγον ὑφέξοντας· ἀναδώσειν γὰρ ὑπὲρ αὐτῶν ταῖς φυλαῖς τὴν ψῆφον.
οἱ δʼ ὕπατοι πρὸς ταῦτʼ ἀπελογοῦντο διδάσκοντες, ὅτι τῆς ὕβρεως οἱ δήμαρχοι ἄρξειαν αὐθαδείᾳ χρησάμενοι καὶ τολμήσαντες εἰς ὑπάτων σώματα παρανομεῖν, τὸ μὲν πρῶτον ὑπηρέταις τε καὶ ἀγορανόμοις ἐπιτάττοντες ἄγειν εἰς τὸ δεσμωτήριον ἄρχοντας, οἷς τὸ πάντων ἀποδέδοται κράτος, ἔπειτʼ αὐτοὶ τολμήσαντες ὁμόσε χωρεῖν σὺν τοῖς ἰταμωτάτοις τῶν δημοτικῶν·
τάς τε ἀρχὰς διδάσκοντες ὅσον ἀλλήλων διαφέρουσιν, ἡ μὲν ὑπατικὴ τὸ τῶν βασιλέων ἔχουσα κράτος, ἡ δὲ δημαρχικὴ τῆς βοηθείας ἕνεκα παρεληλυθυῖα τῶν κατισχυομένων, ᾗ τοσούτου δεῖν ἐξεῖναι κατὰ τῶν ὑπάτων τινὸς ψῆφον ἀναδιδόναι τοῖς ὄχλοις, ὥστε μηδὲ κατὰ τῶν ἄλλων πατρικίων τοῦ φαυλοτάτου ταύτην ἀποδεδόσθαι τὴν ἐξουσίαν, ἂν μὴ ἡ βουλὴ ψηφίσηται. ἠπείλουν τε, ὅταν ἐκεῖνοι ψῆφον ἀναδῶσι τοῖς δημόταις, αὐτοὶ τὰ ὅπλα περιθήσειν τοῖς πατρικίοις.
τοιούτων δὴ ῥηθέντων λόγων δι’ ὅλης ἡμέρας οὐδὲν ἐξήνεγκεν ἡ βουλὴ τέλος, ἵνα μήτε τὴν τῶν ὑπάτων ἀρχὴν μειώσειε μήτε τὴν τῶν δημάρχων, ἑκάτερον ὁρῶσα μεγάλων κινδύνων αἴτιον ἐσόμενον.
ἐπεὶ δὲ κἀκεῖθεν ἀπηλάθησαν οἱ δήμαρχοι βοήθειαν οὐδεμίαν εὑρόμενοι, ἐσκόπουν αὖθις ὅ τι χρὴ ποιεῖν εἰς τὸν δῆμον ἀφικόμενοι. ἐνίοις μὲν οὖν ἐδόκει καὶ μάλιστα τοῖς ταραχωδεστάτοις ἀπιέναι πάλιν ἐκ τῆς πόλεως τοὺς δημοτικοὺς τὰ ὅπλα ἀναλαμβάνοντας εἰς τὸ ἱερὸν ὄρος, ἔνθα καὶ τὸ πρῶτον ἐστρατοπεδεύσαντο, καὶ τὸν πόλεμον ἐκεῖθεν ὁρμωμένους ποιεῖν πρὸς τοὺς πατρικίους, ἐπειδὴ τὰς συνθήκας ἔλυσαν ἐκεῖνοι τὰς γενομένας αὐτοῖς πρὸς τὸν δῆμον, καταλύοντες τὴν δημαρχικὴν ἐξουσίαν ἐκ τοῦ φανεροῦ.