Kitap 10
11.1
ἐν τοσούτῳ δὴ κινδύνῳ σαλεύοντες ἱκέται γινόμεθα ὑμῶν, ὦ πατέρες, ἐπισκήπτοντες θεούς τε καὶ δαίμονας, οἷς κοινῇ θύομεν, καὶ πολέμων ὑπομιμνήσκοντες, οὓς πολλοὺς καὶ μεγάλους σὺν ὑμῖν ἠράμεθα, μὴ περιιδεῖν ὠμὰ καὶ ἀνόσια ὑπὸ τῶν ἐχθρῶν παθόντας ἡμᾶς, ἀλλʼ ἐπαμῦναί τε καὶ συναγανακτῆσαι τιμωρίας ἡμῖν συνεισπράξαντας παρὰ τῶν ταῦτα βουλευσαμένων τὰς προσηκούσας, μάλιστα μὲν παρὰ πάντων, εἰ δὲ μή γε, παρὰ τῶν ἀρξάντων τῆς ἀθεμίτου συνωμοσίας.
11.2
πρῶτον δὲ πάντων ἀξιοῦμεν ὑμᾶς, ὦ βουλή, ψηφίσασθαι πρᾶγμα, ὅπερ ἐστὶ δικαιότατον, τὴν ὑπὲρ τῶν μηνυομένων ζήτησιν ὑφʼ ἡμῶν τῶν δημάρχων γίνεσθαι. χωρὶς γὰρ τοῦ δικαίου καὶ ἀκριβεστάτας ἀνάγκη γίνεσθαι ζητήσεις, ἃς ἂν οἱ κινδυνεύοντες ὑπὲρ αὑτῶν ποιήσωνται.
11.3
εἰ δέ τινες ὑμῶν εἰσιν οἷοι μηδὲ καθʼ ἓν εὐγνωμονεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ὑπὲρ τοῦ δήμου λέγοντας ἀντιτάττεσθαι, ἡδέως ἂν πυθοίμην παρʼ αὐτῶν, ἐπὶ τῷ δυσχεραίνουσι τῶν ἀξιουμένων καὶ τί μέλλουσιν ὑμᾶς πείθειν· πότερα μηδεμίαν ποιεῖσθαι ζήτησιν, ἀλλʼ ὑπεριδεῖν ἔργον οὕτω μέγα καὶ μιαρὸν ἐπὶ τῷ δήμῳ συνιστάμενον; καὶ τίς ἂν τοὺς ταῦτα λέγοντας ὑγιαίνειν φήσειεν, ἀλλʼ οὐχὶ συνδιεφθάρθαι καὶ κοινωνεῖν τῆς συνωμοσίας, ἔπειτα ὑπὲρ αὑτῶν δεδιότας, ἵνα μὴ γένωνται καταφανεῖς, ἀποσπεύδειν τὴν τῆς ἀληθείας ἐξέτασιν; οἷς οὐκ ἂν δικαίως προσέχοιτε δήπου τὸν νοῦν.