Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 10

7.1 ταῦτʼ εἰπὼν ἀνίστησιν ἐκ τῶν συναρχόντων Μάρκον Οὐολούσκιον καὶ λέγειν ἐκέλευσεν, ἃ σύνοιδε τῷ μειρακίῳ. σιωπῆς δὲ γενομένης καὶ πολλῆς ἐξ ἁπάντων προσδοκίας μικρὸν ἐπισχὼν ὁ Οὐολούσκιος εἶπεν·
7.2 ἐγὼ μάλιστα ἐβουλόμην ἄν, ὦ πολῖται, δίκην ἰδίαν, ἣν ὁ νόμος δίδωσί μοι, παρὰ τούτου λαβεῖν δεινὰ καὶ πέρα δεινῶν πεπονθώς· κωλυθεὶς δὲ τούτου τυχεῖν διὰ πενίαν καὶ ἀσθένειαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι, νῦν γʼ ἡνίκα ἔξεστί μοι τὸ τοῦ μάρτυρος σχῆμα, ἐπειδὴ οὐ τὸ τοῦ κατηγόρου, λήψομαι. ἃ δὲ
7.3 πέπονθα, ὡς ὠμὰ καὶ ἀνήκεστα, ἀκούσατέ μου. ἀδελφὸς ἦν μοι Λεύκιος, ὃν ἐγὼ πάντων ἀνθρώπων μᾶλλον ἠγάπησα. οὗτός μοι συνεδείπνει παρὰ φίλῳ, καὶ μετὰ ταῦτʼ ἀναστάντες τῆς ἐχομένης νυκτὸς ᾠχόμεθα. διεληλυθόσι δʼ ἡμῖν τὴν ἀγορὰν περιτυγχάνει Καίσων οὑτοσὶ κωμάζων σὺν ἑτέροις ἀγερώχοις μειρακίοις. καὶ οὗτοι τὸ μὲν πρῶτον ἔσκωπτόν τε καὶ ὕβριζον εἰς ἡμᾶς, οἷα μεθύοντες ἂν νέοι καὶ αὐθάδεις ὡς ἂν εἰς ταπεινοὺς καὶ πένητας ὑβρίσαιεν, ὡς δʼ ἠγανακτοῦμεν πρὸς αὐτούς, ἐλεύθερον ῥῆμα εἰς τοῦτον εἶπε. δεινὸν δʼ ἡγησάμενος οὑτοσὶ Καίσων ἀκοῦσαί τι, ὧν οὐκ ἐβούλετο, προσδραμὼν αὐτῷ παίων καὶ λακτίζων καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν ἐνδεικνύμενος ἀποκτείνει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi