Kitap 1
τῆς δʼ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπʼ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι. πολλὰ δὲ καὶ παρʼ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρʼ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο· ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλῶν ὄντων βραχυτάτην ποιήσομαι.
πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ωρμίσαντο. εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς. μείναντες δὲ τὴν χειμερινὴν ὥραν αὐτόθι νεὼν Ἀφροδίτης ἱδρύσαντο ἐπὶ τῶν ἀκρωτηρίων ἑνὸς καὶ πόλιν Αἴνειαν ἔκτισαν, ἐν ᾗ τούς τε ὑπὸ καμάτων ἀδυνάτους πλεῖν καὶ ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν, ὡς ἐν οἰκείᾳ γῇ τὸ λοιπὸν ἐσομένους, ὑπελίποντο. αὕτη διέμεινεν ἕως τῆς Μακεδόνων δυναστείας τῆς κατὰ τοὺς διαδόχους τοὺς Ἀλεξάνδρου γενομένης· ἐπὶ δὲ τῆς Κασάνδρου βασιλείας καθῃρέθη, ὅτε Θεσσαλονίκη πόλις ἐκτίζετο, καὶ οἱ Αἰνεᾶται σὺν ἄλλοις πολλοῖς εἰς τὴν νεόκτιστον μετῴκησαν.
ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου· καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, ἕως ἤνθει τε καὶ ᾤκισθʼ ἡ νῆσος. ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, ἣ πρόκειται Πελοποννήσου,
παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται. ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, ὃ νῦν ἀπʼ ἐκείνου Κιναίθιον καλεῖται· καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται.
δεξαμένων δʼ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ συγγενές· Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης· ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου· τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει· λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶ
ξόανα τούτων ἕστηκεν ἀμφοτέρων. ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος. ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον. κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ ὁ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως· ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, ἃ καὶ εἰς ἐμὲ ἦν· ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν ᾧ καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρʼ αὐτοῖς ἀμφίπολοι.
ἐκ δὲ Ἀμβρακίας Ἀγχίσης μὲν τὰς ναῦς ἔχων παρὰ γῆν κομιζόμενος εἰς Βουθρωτὸν λιμένα τῆς Ἠπείρου κατάγεται, Αἰνείας δὲ καὶ οἱ ἀκμαιότατοι σὺν αὐτῷ τοῦ στρατοῦ διανύσαντες ἡμερῶν δυεῖν ὁδὸν εἰς Δωδώνην ἀφικνοῦνται χρησόμενοι τῷ θεῷ καὶ καταλαμβάνουσιν αὐτόθι Τρῶας τοὺς σὺν Ἑλένῳ. ἀνελόμενοι δὲ χρησμοὺς περὶ τῆς ἀποικίας καὶ τὸν θεὸν ἀναθήμασι δωρησάμενοι Τρωικοῖς ἄλλοις τε καὶ κρατῆρσι χαλκοῖς, ὧν τινες ἔτι περίεισιν ἐπιγραφαῖς πάνυ ἀρχαίαις δηλοῦντες τοὺς ἀναθέντας, ἐπὶ τὸ ναυτικὸν ἀφικνοῦνται τεττάρων μάλιστα ἡμερῶν διελθόντες ὁδόν. δηλοῖ δὲ καὶ τὴν εἰς Βουθρωτὸν τῶν Τρώων παρουσίαν λόφος τις, ᾧ τότε στρατοπέδῳ
ἐχρήσαντο, Τροία καλούμενος. ἐκ δὲ Βουθρωτοῦ παρὰ γῆν κομισθέντες ἄχρι λιμένος Ἀγχίσου μὲν τότε ὀνομασθέντος, νῦν δʼ ἀσαφεστέραν ἔχοντος ὀνομασίαν, ἱερὸν καὶ αὐτόθι τῆς Ἀφροδίτης ἱδρυσάμενοι διαίρουσι τὸν Ἰόνιον ἡγεμόνας ἔχοντες τῆς ναυτιλίας, οἳ συνέπλευσαν αὐτοῖς ἐθελούσιοι συνεπισπόμενοι, τοὺς σὺν Πάτρωνι τῷ Θουρίῳ· καὶ αὐτῶν οἱ μὲν πλείους, ἐπειδὴ σῶος ὁ στρατὸς εἰς Ἰταλίαν ἀφίκετο, ἐπʼ οἴκου αὖθις ἀνεκομίσθησαν, Πάτρων δὲ πεισθεὶς ὑπʼ Αἰνείου κοινωνεῖν τῆς ἀποικίας καὶ σὺν αὐτῷ τινες τῶν φίλων ὑπέμειναν ἐν τῷ στόλῳ· οὓς ἔνιοί φασιν ἐν Ἀλοντίῳ κατοικῆσαι τῆς Σικελίας. ταύτης ὑπομνήσει τῆς εὐεργεσίας Ἀκαρνᾶσι Ῥωμαῖοι Λευκάδα καὶ Ἀνακτόριον ἀφελόμενοι Κορινθίους ἀνὰ χρόνον ἐχαρίσαντο Οἰνιάδας τε ἀποκαταστῆσαι βουλομένοις ἐπέτρεψαν καὶ τὰς Ἐχινάδας νήσους καρποῦσθαι κοινῇ μετʼ Αἰτωλῶν ἔδωκαν.
οἱ δὲ σὺν Αἰνείᾳ ποιησάμενοι τὴν ἀπόβασιν οὐ καθʼ ἓν χωρίον τῆς Ἰταλίας, ἀλλὰ ταῖς μὲν πλείσταις ναυσὶ πρὸς ἄκραν Ἰαπυγίας ὁρμισάμενοι, ἣ τότε Σαλεντῖνος ἐλέγετο, ταῖς δὲ λοιπαῖς κατὰ τὸ καλούμενον Ἀθήναιον, ἔνθα καὶ αὐτὸς Αἰνείας ἐτύγχανεν ἐπιβὰς Ἰταλίας ʽτοῦτο δὲ τὸ χωρίον ἐστὶν ἀκρωτήριον καὶ ἐπʼ αὐτῷ θερινὸς ὅρμος, ὃς ἐξ ἐκείνου λιμὴν Ἀφροδίτης καλεῖταἰ, παρέπλευσαν ἄχρι πορθμοῦ διὰ χειρὸς ἔχοντες Ἰταλίαν, ἴχνη τινὰ κἀν τούτοις ὑπολειπόμενοι τοῖς τόποις τῆς ἀφίξεως ἄλλα τε καὶ φιάλην χαλκῆν ἐν Ἥρας ἱερῷ γραφῇ δηλοῦσαν ἀρχαίᾳ τοῦ δωρησαμένου τῇ θεῷ Αἰνείου τοὔνομα.
γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπʼ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα· ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ προεξελθοῦσιν ἐκ τῆς Τροίας, οἳ τύχης τε καὶ πνεύματος οὐρίου λαβόμενοι καὶ ἅμα οὐ πολλῇ ἀποσκευῇ βαρυνόμενοι διʼ ὀλίγου κατήχθησαν εἰς Σικελίαν καὶ ᾤκησαν περὶ ποταμὸν καλούμενον Κριμισὸν ἐν γῇ Σικανῶν, πρὸς φιλίαν λαβόντες παρʼ αὐτῶν τὸ χωρίον διὰ τὴν Αἰγέστου συγγένειαν γενομένου τε καὶ τραφέντος ἐν Σικελίᾳ κατὰ
τοιόνδε τι πάθος. τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπʼ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ· τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δʼ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.
ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα· ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.
ἐντυχὼν δὴ τοῖς εἰρημένοις Αἰνείας ἀνδράσι φιλοφρονεῖταί τε αὐτοὺς καὶ κατασκευάζεται αὐτοῖς πόλεις Αἴγεσταν καὶ Ἔλυμα καί τινα καὶ μοῖραν τῆς ἑαυτοῦ στρατιᾶς ἐν τοῖς πολίσμασιν ὑπολείπεται, ὡς μὲν ἐγὼ εἰκάζω γνώμῃ ἑκουσίῳ χρησάμενος, ἵνα τοῖς ὑπὸ καμάτων βαρυνομένοις ἢ καὶ ἄλλως θαλάττῃ ἀχθομένοις ἀναπαύσεις γίνοιντο ἀσφαλεῖς καὶ καταγωγαί, ὡς δέ τινες γράφουσι τοῦ ναυτικοῦ μειωθέντος αὐτῷ διὰ τὴν ἔμπρησιν, ἣν ἐποιήσαντο τῶν γυναικῶν τινες ἀχθόμεναι τῇ πλάνῃ, τὸν οὐκέτι δυνάμενον συμπλεῖν ὄχλον ἐκ τῶν κατακεκαυμένων νεῶν ἀνάγκῃ καταλιπών.
τεκμήρια δὲ τῆς εἰς Σικελοὺς Αἰνείου τε καὶ Τρώων ἀφίξεως πολλὰ μὲν καὶ ἄλλα, περιφανέστατα δὲ τῆς Αἰνειάδος Ἀφροδίτης ὁ βωμὸς ἐπὶ τῇ κορυφῇ τοῦ Ἐλύμου ἱδρυμένος καὶ ἱερὸν Αἰνείου ἱδρυμένον ἐν Αἰγέστῃ, τὸν μὲν αὐτοῦ κατασκευάσαντος Αἰνείου τῇ μητρί, τὸ δὲ ἱερὸν τῶν ὑπολειφθέντων ἀπὸ τοῦ στόλου τῇ μνήμῃ τοῦ σώσαντος σφᾶς ἀνάθημα ποιησαμένων. τὸ μὲν δὴ σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ Τρωικὸν ἐν τούτοις κατέμεινε τοῖς χωρίοις, καὶ διετέλεσαν Ἔλυμοι καλούμενοι. προεῖχε γὰρ κατὰ τὴν ἀξίωσιν Ἔλυμος ἀπὸ τοῦ βασιλικοῦ γένους ὢν,
ἀφʼ οὗ τὴν κλῆσιν οἱ σύμπαντες ἔλαβον. οἱ δὲ σὺν τῷ Αἰνείᾳ πλέοντες ἀπὸ Σικελίας διὰ τοῦ Τυρρηνικοῦ πελάγους πρῶτον μὲν ὡρμίσαντο τῆς Ἰταλίας κατὰ λιμένα τὸν Παλίνουρον, ὃς ἀφʼ ἑνὸς τῶν Αἰνείου κυβερνητῶν τελευτήσαντος αὐτόθι ταύτης τυχεῖν λέγεται τῆς ὀνομασίας. ἔπειτα νήσῳ προσέσχον, ᾗ τοὔνομα ἔθεντο Λευκασίαν ἀπὸ γυναικὸς ἀνεψιᾶς Αἰνείου περὶ τόνδε τὸν τόπον ἀποθανούσης.
ἐκεῖθεν δὲ κατάραντες εἰς λιμένα βαθὺν καὶ καλὸν ἐν Ὀπικοῖς, τελευτήσαντος καὶ αὐτόθι Μισηνοῦ τῶν ἐπιφανῶν τινος, ἀπʼ ἐκείνου τὸν λιμένα ὠνόμασαν, νήσῳ τε Προχύτῃ καὶ ἀκρωτηρίῳ Καιήτῃ τύχῃ προσορμισάμενοι κατὰ ταὐτὰ τίθενται τὰς ἐπικλήσεις τοῖς τόποις, γυναικῶν ἀποθανουσῶν βουλόμενοι μνημεῖα ποιῆσαι τὰ χωρία. τούτων δὲ ἡ μὲν συγγενὴς Αἰνείου λέγεται γενέσθαι, ἡ δὲ τροφός. τελευτῶντες δὲ ἀφικνοῦνται τῆς Ἰταλίας εἰς Λωρεντόν, ἔνθα τῆς πλάνης παυσάμενοι χάρακα ἔθεντο, καὶ τὸ χωρίον ἐν ᾧ κατεστρατοπεδεύσαντο ἐξ ἐκείνου Τροία καλεῖται, ἀπέχει δὲ τῆς θαλάττης ἀμφὶ τοὺς τέτταρας σταδίους.
Ἔργαψα δὲ ταῦτα καὶ τὴν παρέκβασιν ἐποιησάμην τοῦ ἀναγκαίου χάριν, ἐπειδὴ τῶν συγγραφέων οἱ μὲν οὐδʼ ἐλθεῖν Αἰνείαν φασὶν εἰς Ἰταλίαν ἅμα Τρωσίν, οἱ δʼ ἕτερον Αἰνείαν, οὐ τὸν ἐξ Ἀφροδίτης καὶ Ἀγχίσου γενόμενον, οἱ δʼ Ἀσκάνιον τὸν Αἰνείου, οἱ δʼ ἄλλους τινάς. εἰσὶ δʼ οἳ τὸν ἐξ Ἀφροδίτης Αἰνείαν λέγουσι καταστήσαντα τὸν λόχον εἰς Ἰταλίαν ἀνακομισθῆναι πάλιν οἴκαδε καὶ βασιλεῦσαι τῆς Τροίας, τελευτῶντα δὲ καταλιπεῖν Ἀσκανίῳ τῷ παιδὶ τὴν βασιλείαν, καὶ τὸ ἀπʼ ἐκείνου γένος ἐπὶ πλεῖστον κατασχεῖν τὴν ἀρχήν· ὡς μὲν ἐγὼ εἰκάζω τοῖς Ὁμήρου ἔπεσιν οὐκ ὀρθῶς λαμβανομένοις παρακρουσθέντες.
πεποίηται γὰρ αὐτῷ ἐν Ἰλιάδι Ποσειδῶν προλέγων τὴν μέλλουσαν ἔσεσθαι περὶ τὸν Αἰνείαν καὶ τοὺς ἐξ ἐκείνου γενησομένους ἐπιφάνειαν ὧδέ πως· νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παῖδες παίδων, τοί κεν μετόπισθε γένωνται. ὑπολαβόντες οὖν τὸν Ὅμηρον ἐν Φρυγίᾳ δυναστεύοντας εἰδέναι τοὺς ἄνδρας, ὡς δὴ οὐ δυνατὸν ὂν ἐν Ἰταλίᾳ οἰκοῦντας βασιλεύειν Τρώων, τὴν ἀνακομιδὴν τοῦ Αἰνείου ἀνέπλασαν. ἄρχειν δὲ δὴ τῶν Τρώων οὓς ἐπήγετο καὶ ἄλλοθι πολιτευομένων οὐκ ἀδύνατον ἦν· ἔχοι δʼ ἄν τις τῆς ἀπάτης καὶ ἑτέρας αἰτίας λαβεῖν.
εἰ δέ τινας ταράττει τὸ πολλαχῇ λέγεσθαί τε καὶ δείκνυσθαι τάφους Αἰνείου ἀμηχάνου ὄντος ἐν πλείοσι τὸν αὐτὸν τεθάφθαι χωρίοις, ἐνθυμηθέντες ὅτι κοινόν ἐστιν ἐπὶ πολλῶν τοῦτό γε τὸ ἄπορον καὶ μάλιστα τῶν μὲν ἐπιφανεῖς τὰς τύχας, πλάνητας δὲ τοὺς βίους ἐσχηκότων, μαθέτωσαν ὅτι χωρίον μὲν ἓν τὸ δεξάμενον τὰ σώματα αὐτῶν ἦν, μνημεῖα δὲ παρὰ πολλοῖς κατεσκεύαστο διʼ εὔνοιαν τῶν ἐν ὠφελείαις τισὶ διʼ αὐτοὺς γενομένων, μάλιστα εἰ τοῦ γένους αὐτῶν τι περιῆν ἢ πόλεώς τινος ἀπόκτισις ἢ χρόνιοί τινες καὶ φιλάνθρωποι μοναί· οἷα δὴ καὶ περὶ
τόνδε τὸν ἥρωα μυθολογούμενα ἴσμεν. Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρʼ αὐτῶν τὴν εὔνοιαν, διʼ ἣν τὸν μετʼ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.
ἐπεὶ φέρε τίνας ἂν αἰτίας ἔχοι τις ὑποθέσθαι τῶν ἐν Ἰταλίᾳ αὐτοῦ μνημάτων, εἰ μήτε ἦρξε τούτων τῶν χωρίων μήτε καταγωγὰς ἐν αὐτοῖς ἐποιήσατο μήθʼ ὅλως ἐγνώσθη πρὸς αὐτῶν; ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις λεχθήσεται, καθότι ἂν ὁ λόγος ἐφʼ ἑκάστου καιροῦ δηλωθῆναι ἀπαιτῇ.
τοῦ δὲ μηκέτι προσωτέρω τῆς Εὐρώπης πλεῦσαι τὸν Τρωικὸν στόλον οἵ τε χρησμοὶ αἴτιοι ἐγένοντο τέλος λαβόντες ἐν τούτοις τοῖς χωρίοις καὶ τὸ δαιμόνιον πολλαχῶς τὴν ἑαυτοῦ βούλησιν ἐνδεικνύμενον· ἐπειδὴ γὰρ ὅρμῳ χρησάμενοι τῷ Λωρεντῷ σκηνὰς ἐπήξαντο περὶ τὸν αἰγιαλόν, πρῶτον μὲν πιεζομένοις τοῖς ἀνθρώποις ὑπὸ δίψης οὐκ ἔχοντος ὕδωρ τοῦ τόπου ʽλέγω δὲ ἃ παρὰ τῶν ἐγχωρίων παρέλαβονʼ λιβάδες αὐτόματοι νάματος ἡδίστου ἐκ γῆς ἀνελθοῦσαι ὤφθησαν, ἐξ ὧν ἥ τε στρατιὰ πᾶσα ὑδρεύσατο καὶ ὁ τόπος περίρρυτος γέγονε μέχρι θαλάττης καταβάντος ἀπὸ τῶν πηγῶν τοῦ ῥεύματος.
νῦν μέντοι οὐκέτι πλήθουσιν ὥστε καὶ ἀπορρεῖν αἱ λιβάδες, ἀλλʼ ἔστιν ὀλίγον ὕδωρ ἐν κοίλῳ χωρίῳ συνεστηκὸς, λεγόμενον ὑπὸ τῶν ἐγχωρίων ἱερὸν ἡλίου· καὶ βωμοὶ δύο παρʼ αὐτῷ δείκνυνται, ὁ μὲν πρὸς ἀνατολὰς τετραμμένος, ὁ δὲ πρὸς δύσεις, Τρωικὰ ἱδρύματα, ἐφʼ ὧν τὸν Αἰνείαν μυθολογοῦσι πρώτην θυσίαν ποιήσασθαι τῷ θεῷ χαριστήριον τῶν ὑδάτων.
ἔπειτα ἄριστον αὐτοῖς αἱρουμένοις ἐπὶ τοῦ δαπέδου σέλινα μὲν πολλοῖς ὑπέστρωτο καὶ ἦν ταῦτα ὥσπερ τράπεζα τῶν ἐδεσμάτων· ὡς δέ φασί τινες, ἴτρια καρποῦ πεποιημένα πυρίνου, καθαρειότητος ταῖς τροφαῖς ἕνεκα. ἐπεὶ δὲ αἱ παρατεθεῖσαι τροφαὶ κατανάλωντο, τῶν ὑπεστρωμένων αὐτοῖς σελίνων εἴτε ἰτρίων ἔφαγέ τις καὶ αὖθις ἕτερος· ἐν τούτῳ τυγχάνει τις εἰπὼν εἴτε τῶν Αἰνείου παίδων, ὡς λόγος ἔχει, εἴτε τῶν ὁμοσκήνων, Ἀλλʼ ἡμῖν γε ἤδη καὶ ἡ τράπεζα κατεδήδεσται· ὡς δὲ τοῦτο ἤκουσαν, ἅπαντες ἀνεθορύβησαν, ὡς τὰ
πρῶτα τοῦ μαντεύματος ἤδη σφίσι τέλος ἔχοι. ἦν γάρ τι θέσφατον αὐτοῖς, ὡς μέν τινες λέγουσιν ἐν Δωδώνῃ γενόμενον, ὡς δʼ ἕτεροι γράφουσιν ἐν ἐρυθρᾷ χέρσῳ τῆς Ἴδης, ἔνθα ᾤκει Σίβυλλα ἐπιχωρία νύμφη χρησμῳδός, ἣ αὐτοῖς ἔφρασε πλεῖν ἐπὶ δυσμῶν ἡλίου, τέως ἂν εἰς τοῦτο τὸ χωρίον ἔλθωσιν, ἐν ᾧ κατέδονται τὰς τραπέζας· ὅταν δὲ τοῦτο μάθωσι γενόμενον, ἡγεμόνα τετράποδα ποιησαμένους, ὅπου ἂν κάμῃ τὸ
ζῷον, ἐνταῦθα δείμασθαι πόλιν. τοῦτο δὴ τὸ θεοπρόπιον ἀναμνησθέντες, οἱ μὲν τὰ ἕδη τῶν θεῶν Αἰνείου κελεύσαντος εἰς τὸ ἀποδειχθὲν χωρίον ἐκ τῆς νεὼς ἐξέφερον, οἱ δὲ βάθρα καὶ βωμοὺς κατεσκεύαζον αὐτοῖς, αἱ δὲ γυναῖκες ὀλολυγῇ καὶ χορείαις χρώμεναι παρεκόμιζον τὰ ἱερά, οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν παρασκευασθείσης θυσίας ἔχοντες τοὺς στεφάνους περὶ τὸν βωμὸν ἔστησαν.
ἐν ᾧ δὲ οὗτοι τὰς εὐχὰς ἐποιήσαντο, ἡ μέλλουσα καθιεροῦσθαι ὗς ἐγκύμων οὖσα καὶ οὐ πρόσω τόκου καταρχομένων αὐτῆς τῶν θυτήρων διασεισαμένη καὶ ἀποφυγοῦσα τοὺς κατέχοντας ἄνω θαλάττης ἔθει. Αἰνείας δὲ μαθὼν ὅτι ταύτην ἄρα τὴν τετράποδα ἡγεμόνα τὸ θέσφατον αὐτοῖς ἐδήλου παρηκολούθει σὺν ὀλίγοις μικρὸν ὑπολειπόμενος, δεδοικὼς μὴ ὑπὸ θορύβου τῶν διωκόντων ἀποτραπείη τῆς κατὰ
δαίμονα ὁδοῦ. καὶ ἡ μὲν ἀμφὶ τοὺς εἴκοσι καὶ τέτταρας σταδίους ἀπὸ θαλάττης διελθοῦσα λόφον τινὰ προσανατρέχει, ἔνθα ὑπὸ καμάτου μοχθήσασα καθέζεται. τῷ δὲ Αἰνείᾳ ʽτέλος γὰρ τὰ μαντεύματα ἐφαίνετο ἔχεινʼ ὁρῶντι τὸ χωρίον γῆς τε οὐκ ἐν καλῷ καὶ θαλάττης πρόσω καὶ οὐδὲ ταύτης ἐνορμίσασθαι ἀγαθῆς, πολλὴ παρίσταται ἀμηχανία, πότερα χρὴ τῷ θεσφάτῳ πειθομένους αὐτοῦ κατοικεῖν, ἔνθα λυπηρὸν εἰσαεὶ βίον τρίψουσιν οὐδενὸς χρηστοῦ ἀπολαύοντες, ἢ προσωτέρω χωρητέον ἐπὶ γῆς ἀμείνονος μάστευσιν.
ταῦτα δὲ αὐτῷ διανοουμένῳ καὶ τοὺς θεοὺς ἔχοντι διʼ αἰτίας ἄφνω λέγεται φωνή τις ἐκ τῆς νάπης ἀφανοῦς ὄντος τοῦ φθεγγομένου προσπεσεῖν κελεύουσα μένειν τε αὐτόθι καὶ πολίζεσθαι διὰ ταχέων καὶ μὴ τῷ ἀπόρῳ τῆς παρούσης δόξης ἐπιτρέψαντα, εἰ μὴ ἐν εὐβότῳ γῇ τὸν βίον ἱδρύσεται, τὴν μέλλουσάν τε καὶ
ὅσον οὔπω παροῦσαν εὐτυχίαν ἀπώσασθαι. εἶναι γὰρ αὐτῷ πεπρωμένον ἐκ ταύτης ὁρμώμενον τῆς λυπρᾶς καὶ ὀλίγης τὸ πρῶτον οἰκήσεως πολλὴν καὶ ἀγαθὴν ἐπικτήσασθαι γῆν σὺν χρόνῳ· παισὶ δὲ αὐτοῦ καὶ ἐγγόνοις ἔσεσθαι ἀρχὴν μεγίστην καὶ ἐπὶ πλεῖστον χρόνον ἐκμηκυνθησομένην ὑπάρξαι. ταύτην μὲν οὖν ἐν τῷ παρόντι καταγωγὴν ἔσεσθαι τοῖς Τρωσί· μετὰ δὲ τοσούτους ἐνιαυτοὺς ὅσους ἂν ἡ ὗς τέκῃ χοίρους κτισθήσεσθαι πρὸς τῶν ἐξ ἐκείνου γενησομένων πόλιν ἑτέραν εὐδαίμονα καὶ μεγάλην. μαθόντα δὲ τὸν Αἰνείαν καὶ νομίσαντα δαιμόνιόν τι τὸ χρῆμα τῆς φωνῆς εἶναι ποιεῖν ὡς ὁ θεὸς ἐκέλευεν.
ἕτεροι δὲ λέγουσιν ἀδημονοῦντι τῷ ἀνδρὶ καὶ παρεικότι τὸ σῶμα ὑπὸ λύπης καὶ οὔτε ἐπὶ τὸ στρατόπεδον καταβάντι οὔτε σῖτα προσενεγκαμένῳ, αὐτοῦ δὲ ὡς ἔτυχεν αὐλισθέντι τὴν νύκτʼ ἐκείνην, ἐπιστῆναι μεγάλην τινὰ καὶ θαυμαστὴν ἐνυπνίου τῶν θεῶν τινι τῶν πατρίων εἰκασθεῖσαν ὄψιν τὰ λεχθέντα μικρῷ πρότερον ὑποτιθεμένην· ὁποτέρως δὲ τἀληθὲς ἔχει θεοῖς ἂν εἴη γνώριμον. τῇ δʼ ἑξῆς ἡμέρᾳ τριάκοντα λέγεται χοίρους ἡ ὗς ἐκτεκεῖν, καὶ τοσούτοις ἐνιαυτοῖς ὕστερον ὑπὸ τῶν Τρώων ἑτέρα κτισθῆναι πόλις κατὰ τὸ θέσφατον, ὑπὲρ ἧς ἐν τῷ οἰκείῳ τόπῳ διαλέξομαι.
Αἰνείας δὲ τῆς μὲν ὑὸς τὸν τόκον ἅμα τῇ γειναμένῃ τοῖς πατρῴοις ἁγίζει θεοῖς ἐν τῷ χωρίῳ τῷδʼ, οὗ νῦν ἐστιν ἡ καλιάς, καὶ αὐτὴν οἱ Λαουινιάται τοῖς ἄλλοις ἄβατον φυλάττοντες ἱερὰν νομίζουσι· τοῖς δὲ Τρωσὶ μεταστρατοπεδεῦσαι κελεύσας ἐπὶ τὸν λόφον ἱδρύεται τὰ ἕδη τῶν θεῶν ἐν τῷ κρατίστῳ καὶ αὐτίκα περὶ τὴν κατασκευὴν τοῦ πολίσματος ἁπάσῃ προθυμίᾳ ὥρμητο ἐλάμβανέ τε καταθέων ἐκ τῶν πέριξ χωρίων ὁπόσα εἰς τὸν πολισμὸν αὐτῷ ἦν χρήσιμα καὶ μάλιστα ἔμελλε λυπηρὰ τοῖς ἀφαιρεθεῖσι φανήσεσθαι, σίδηρον καὶ ξύλα καὶ τὰς γεωργικὰς παρασκευάς.
Λατίνῳ δὲ, ὃς ἦν τότε βασιλεύς, πολεμοῦντι πρὸς ἔθνος ὅμορον τοὺς καλουμένους Ῥοτόλους καὶ δυσημεροῦντι κατὰ τὰς μάχας ἀγγέλλεται τὰ γινόμενα ἐπὶ τὸ φοβερώτατον, ὡς ἀνάστατος αὐτοῦ γίνεται πᾶσα ἡ παράλιος ὑπερορίῳ στρατιᾷ, καὶ εἰ μὴ σὺν τάχει κωλύσει τὰ δρώμενα χρυσὸς αὐτῷ φανήσεται ὁ πρὸς τοὺς ἀστυγείτονας ἀγών. ἀκούσαντι δὲ τῷ ἀνδρὶ δέος εἰσέρχεται καὶ αὐτίκα τοῦ παρόντος πολέμου μεθέμενος ἐπὶ τοὺς Τρῶας ἐλαύνει πολλῇ στρατιᾷ.
ὁρῶν δὲ αὐτοὺς ὡπλισμένους τε ὡς Ἕλληνας καὶ ἐν τάξει εὐκόσμῳ ἀκαταπλήκτως τὸ δεινὸν ὑπομένοντας, τῆς μὲν αὐτίκα παρακινδυνεύσεως, ὡς οὐκ ἂν ἐξ ἐφόδου αὐτοὺς ἔτι χειρωσάμενος, ἣν ἔσχε διάνοιαν οἴκοθεν ὁρμώμενος, ἀποτρέπεται· στρατοπεδευσάμενος δʼ ἐπὶ λόφου τινὸς τὸ πρῶτον ἀναλαβεῖν ᾤετο δεῖν τὴν δύναμιν ἐκ τοῦ παρόντος κόπου, ὃς πολὺς ἐκ μακρᾶς ὁδοῦ καὶ συντόνου διώξεως αὐτοῖς ἐγένετο.
αὐλισάμενος δὲ διὰ νυκτὸς αὐτόθι γνώμην ἐποιεῖτο ἀρχομένης ἕω συμφέρεσθαι τοῖς πολεμίοις. ἐγνωκότι δὲ αὐτῷ ταῦτα λέγει τις ἐπιστὰς καθʼ ὕπνον ἐπιχώριος δαίμων δέχεσθαι τοὺς Ἕλληνας τῇ χώρᾳ συνοίκους· ἥκειν γὰρ αὐτοὺς μέγα ὠφέλημα Λατίνῳ καὶ κοινὸν Ἀβοριγίνων ἀγαθόν· Αἰνείᾳ τε οἱ πατρῷοι θεοὶ τῆς αὐτῆς νυκτὸς φανέντες παρακελεύονται πείθειν Λατῖνον ἑκόντα παρασχεῖν σφίσι τὴν οἴκησιν ἐν ᾧ βούλονται χωρίῳ, καὶ χρήσασθαι δυνάμει Ἑλληνικῇ συμμάχῳ μᾶλλον ἢ διαφόρῳ· ἀμφοτέρους δὲ τὸ ὄναρ ἐκώλυεν ἄρχειν μάχης. ὡς δὲ ἡμέρα τε ἐγένετο, καὶ διεκοσμήθησαν εἰς μάχην αἱ δυνάμεις, κήρυκες ἧκον ὡς τοὺς ἡγεμόνας ἑκατέρωθεν τὸ αὐτὸ ἀξιοῦντες, συνελθεῖν ἀλλήλοις εἰς λόγους· καὶ ἐγένετο τοῦτο.
πρῶτος δὲ ὁ Λατῖνος ἔγκλημα ποιούμενος τὸν αἰφνίδιόν τε καὶ ἀκατάγγελτον πόλεμον ἠξίου τὸν Αἰνείαν λέγειν, ὅστις ὢν καὶ τί βουλόμενος ἄγει καὶ φέρει τὰ χωρία πεπονθώς τε οὐδὲν δεινὸν πρότερος καὶ οὐκ ἀγνοῶν ὅτι τὸν ἄρχοντα πολέμου πᾶς ὁ προπαθὼν ἀμύνεται· παρασχόν τε ἂν αὐτῷ πᾶν, εἴ τινος ἐδεῖτο μετρίου, πρὸς φιλίαν καὶ παρʼ ἑκόντων εὑρίσκεσθαι τῶν ἐγχωρίων, παρελθὼν τὴν ἁπάντων ἀνθρώπων δικαίωσιν αἴσχιον ἢ κάλλιον ἠξίωσε βίαν προσφέρων τὰ αὐτὰ λαμβάνειν.
τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος ἀπεκρίνατο Αἰνείας· ἡμεῖς γένος μὲν Τρῶές ἐσμεν, πόλεως δὲ οὐ τῆς ἀφανεστάτης ἐν Ἕλλησιν ἐγενόμεθα· ἣν ἀφαιρεθέντες ὑπʼ Ἀχαιῶν δεκαετεῖ πολέμῳ χειρωθεῖσαν, ἀλῆται περιερχόμενοι πόλεώς τε καὶ χώρας ἐν ᾗ τὸ λοιπὸν οἰκήσομεν ἀπορίᾳ, θεοῖς δὲ κελεύουσι πειθόμενοι δεῦρʼ ἀφίγμεθα· καὶ ἡμῖν ὡς τὰ θέσφατα λέγει λιμὴν τῆς πλάνης ἥδε ἡ γῆ μόνη λείπεται. ποριζόμεθα δὲ ἐκ τῆς χώρας ὧν ἡμῖν δεῖ δυστυχέστερον μᾶλλον ἢ εὐπρεπέστερον, ὡς ἥδιστα νεωστὶ ἐβουλόμεθα.
ἀμειψόμεθα δὲ αὐτὰ πολλαῖς καὶ ἀγαθαῖς ἔργων ἀμοιβαῖς παρέχοντες ὑμῖν καὶ σώματα καὶ ψυχὰς εὖ πρὸς τὰ δεινὰ πεπαιδευμένας χρῆσθαι ὁπόσα βούλεσθε, τὴν ὑμετέραν γῆν φυλάττοντες ἀδῄωτον, τὴν δὲ τῶν πολεμίων προθύμως συγκατακτώμενοι. ἱκέται δὲ ὑμῶν γινόμεθα μὴ πρὸς ὀργὴν τὰ πεπραγμένα λαμβάνειν, ἐνθυμηθέντας ὡς οὐ σὺν ὕβρει, ἀλλʼ ὑπʼ ἀνάγκης ταῦτα βιασθέντες ἐποιοῦμεν· ἅπαν δὲ σύγγνωμον τὸ ἀκούσιον.
καὶ δεῖ ὑμᾶς μηδὲν ἐναντίον βουλεῦσαι περὶ ἡμῶν χεῖρας προεχομένων, εἰ δὲ μή, θεοὺς καὶ δαίμονας οἳ κατέχουσι τήνδε τὴν γῆν παραιτούμενοι συγγνώμονας ἡμῖν γενέσθαι καὶ ὧν ἠναγκασμένοι δρῶμεν πειρασόμεθα πολέμου ἄρχοντας ὑμᾶς ἀμύνεσθαι. οὐ γὰρ ἂν νῦν πρώτου οὐδὲ μεγίστου πολέμου τοῦδε ἀπολαύσαιμεν.
ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· ἀλλʼ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων ἀναγκαίαις πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶς περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεως δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆς μοίρᾳ καὶ πρὸς φιλίαν τῶν δοθησομένων μεθέξοντες, ἀλλʼ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸς βίαν. εἰ δʼ ἐπαληθεύεται ὑμῖν ὅδʼ ὁ λόγος πίστεις τούτων ἀξιῶ δοῦναι καὶ λαβεῖν, αἳ φυλάξουσιν ἡμῖν ἀδόλους τὰς ὁμολογίας.