Kitap 1
ἀναστὰς δὲ μετʼ ὀλίγον ὁ Ἡρακλῆς καὶ τὸν ἀριθμὸν ἐπιλεξάμενος τῶν βοῶν, ὡς ἔμαθέ τινας ἐκλειπούσας, τέως μὲν ἠπόρει ποῦ κεχωρήκασι καὶ ὡς πεπλανημένας ἀπὸ τῆς νομῆς ἐμάστευεν ἀνὰ τὸν χῶρον· ὡς δʼ οὐχ εὕρισκεν ἐπὶ τὸ σπήλαιον ἀφικνεῖται τοῖς μὲν ἴχνεσι διαρτώμενος, οὐδὲν δὲ ἧττον οἰόμενος δεῖν διερευνήσασθαι τὸν χῶρον. τοῦ δὲ Κάκου πρὸ τῆς θύρας ἑστῶτος καὶ οὔτʼ ἰδεῖν τὰς βοῦς φάσκοντος ἐρομένῳ οὔτʼ ἐρευνᾶσθαι ἐπιτρέποντος αἰτουμένῳ τούς τε πλησίον ὡς δεινὰ πάσχοι ὑπὸ τοῦ ξένου ἐπιβοῶντος, ἀμηχανῶν ὁ Ἡρακλῆς ὅ τι χρήσεται τῷ πράγματι εἰς νοῦν βάλλεται προσελάσαι τῷ σπηλαίῳ τὰς ἄλλας βοῦς. ὡς δὲ ἄρα τῆς συννόμου φωνῆς τε καὶ ὀσμῆς αἱ ἔντοσθεν ᾔσθοντο, ἀντεμυκῶντο ταῖς ἔκτοσθεν καὶ ἐγεγόνει ἡ φωνὴ
αὐτῶν κατήγορος τῆς κλοπῆς. ὁ μὲν οὖν Κάκος, ἐπειδὴ περιφανὴς ἐγένετο κακουργῶν, τρέπεται πρὸς ἀλκὴν καὶ τοὺς εἰωθότας αὐτῷ συναγραυλεῖν ἀνεκάλει· Ἡρακλῆς δὲ ἀλοιῶν αὐτὸν τῷ ῥοπάλῳ κτείνει, καὶ τὰς βοῦς ἐξαγαγών, ἐπειδὴ κακούργων ὑποδοχαῖς εὔθετον ἑώρα τὸ χωρίον, ἐπικατασκάπτει τῇ καλαύροπι τὸ σπήλαιον. ἁγνίσας δὲ τῷ ποταμῷ τὸν φόνον ἱδρύεται πλησίον τοῦ τόπου Διὸς Εὑρεσίου βωμόν, ὅς ἐστι τῆς Ῥώμης παρὰ τῇ Τριδύμῳ πύλῃ, καὶ θύει τῷ θεῷ δάμαλιν ἕνα τῆς εὑρέσεως τῶν βοῶν χαριστήριον. ταύτην ἔτι καὶ εἰς ἐμὲ τὴν θυσίαν ἡ Ῥωμαίων πόλις συνετέλει, νομίμοις Ἑλληνικοῖς ἅπασιν ἐν αὐτῇ χρωμένη, καθάπερ ἐκεῖνος κατεστήσατο.
οἱ δὲ Ἀβοριγῖνες καὶ τῶν Ἀρκάδων οἱ τὸ Παλλάντιον κατοικοῦντες, ὡς τοῦ τε Κάκου τὸν θάνατον ἔγνωσαν καὶ τὸν Ἡρακλέα εἶδον, τῷ μὲν ἀπεχθόμενοι διὰ τὰς ἁρπαγάς, τοῦ δὲ τὴν ὄψιν ἐκπαγλούμενοι θεῖόν τι χρῆμα ἐνόμισαν ὁρᾶν καὶ τοῦ λῃστοῦ μέγα εὐτύχημα τὴν ἀποβολὴν ἐποιοῦντο. οἱ δὲ πένητες αὐτῶν κλάδους δρεψάμενοι δάφνης, ἣ πολλὴ περὶ τὸν τόπον ἐφύετο, ἐκεῖνόν τε καὶ αὑτοὺς ἀνέστεφον, ἧκον δὲ οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες. ὡς δὲ καὶ τοὔνομα καὶ τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις διεξιόντος ἔμαθον, ἐνεχείριζον αὐτῷ τήν τε χώραν καὶ σφᾶς αὐτοὺς ἐπὶ φιλίᾳ.
Εὔανδρος δὲ παλαίτερον ἔτι τῆς Θέμιδος ἀκηκοὼς διεξιούσης, ὅτι πεπρωμένον εἴη τὸν ἐκ Διὸς καὶ Ἀλκμήνης γενόμενον Ἡρακλέα διαμείψαντα τὴν θνητὴν φύσιν ἀθάνατον γενέσθαι διʼ ἀρετήν, ἐπειδὴ τάχιστα ὅστις ἦν ἐπύθετο, φθάσαι βουλόμενος ἅπαντας ἀνθρώπους Ἡρακλέα θεῶν τιμαῖς πρῶτος ἱλασάμενος, βωμὸν αὐτοσχέδιον ὑπὸ σπουδῆς ἱδρύεται καὶ δάμαλιν ἄζυγα θύει πρὸς αὐτῷ, τὸ θέσφατον ἀφηγησάμενος Ἡρακλεῖ καὶ δεηθεὶς τῶν ἱερῶν κατάρξασθαι.
ἀγασθεὶς δὲ τοὺς ἀνθρώπους τῆς φιλοξενίας Ἡρακλῆς, τὸν μὲν δῆμον ἑστιάσει ὑποδέχεται θύσας τῶν βοῶν τινας καὶ τῆς ἄλλης λείας τὰς δεκάτας ἐξελών· τοὺς δὲ βασιλεῖς χώρᾳ πολλῇ δωρεῖται Λιγύων τε καὶ τῶν ἄλλων προσοίκων, ἧς μέγα ἐποιοῦντο ἄρχειν, παρανόμους τινὰς ἐξ αὐτῆς ἐκβαλὼν ἀνθρώπους. λέγεται δὲ πρὸς τούτοις, ὡς καὶ δέησίν τινα ποιήσαιτο τῶν ἐπιχωρίων, ἐπειδὴ πρῶτοι θεὸν αὐτὸν ἐνόμισαν, ὅπως ἀθανάτους αὐτῷ διαφυλάττωσι τὰς τιμὰς, θύοντες μὲν ἄζυγα δάμαλιν ἀνὰ πᾶν ἔτος, ἁγιστεύοντες δὲ τὴν ἱερουργίαν ἔθεσιν Ἑλληνικοῖς· καὶ ὡς διδάξειεν αὐτοὺς τὰς θυσίας, ἵνα διὰ παντὸς αὐτῷ κεχαρισμένα θύοιεν, οἴκους δύο τῶν ἐπιφανῶν παραλαβών.
εἶναι δὲ τοὺς μαθόντας τότε τὴν Ἑλληνικὴν ἱερουργίαν Ποτιτίους τε καὶ Πιναρίους, ἀφʼ ὧν τὰ γένη διαμεῖναι μέχρι πολλοῦ τὴν ἐπιμέλειαν ποιούμενα τῶν θυσιῶν, ὡς ἐκεῖνος κατεστήσατο, Ποτιτίων μὲν ἡγουμένων τῆς ἱερουργίας καὶ τῶν ἐμπύρων ἀπαρχομένων, Πιναρίων δὲ σπλάγχνων τε μετουσίας εἰργομένων καὶ ὅσα ἄλλα ἐχρῆν ὑπʼ ἀμφοῖν γίνεσθαι τὴν δευτέραν τιμὴν ἐχόντων. ταύτην δὲ αὐτοῖς προστεθῆναι τὴν ἀτιμίαν ὀψίμου τῆς παρουσίας ἕνεκα, ἐπειδὴ ἕωθεν αὐτοῖς κελευσθὲν ἥκειν ἐσπλαγχνευμένων ἤδη τῶν ἱερῶν ἀφίκοντο.
νῦν μέντοι οὐκέτι τοῖς γένεσι τούτοις ἡ περὶ τὰς ἱερουργίας ἐπιμέλεια ἀνάκειται, ἀλλὰ παῖδες ἐκ τοῦ δημοσίου ὠνητοὶ δρῶσιν αὐτάς. διʼ ἃς δὲ αἰτίας τὸ ἔθος μετέπεσε, καὶ τίς ἡ τοῦ δαίμονος ἐπιφάνεια περὶ τὴν ἀλλαγὴν τῶν ἱεροποιῶν ἐγένετο, ἐπειδὰν κατὰ τοῦτο γένωμαι τοῦ
λόγου τὸ μέρος, διηγήσομαι. ὁ δὲ βωμός, ἐφʼ οὗ τὰς δεκάτας ἀπέθυσεν Ἡρακλῆς, καλεῖται μὲν ὑπὸ Ῥωμαίων Μέγιστος, ἔστι δὲ τῆς Βοαρίας λεγομένης ἀγορᾶς πλησίον, ἁγιστευόμενος εἰ καί τις ἄλλος ὑπὸ τῶν ἐπιχωρίων· ὅρκοι τε γὰρ ἐπʼ αὐτῷ καὶ συνθῆκαι τοῖς βουλομένοις βεβαίως τι διαπράττεσθαι καὶ δεκατεύσεις χρημάτων γίνονται συχναὶ κατʼ εὐχάς· τῇ μέντοι κατασκευῇ πολὺ τῆς δόξης ἐστὶ καταδεέστερος· πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς Ἰταλίας ἀνεῖται τεμένη τῷ θεῷ, καὶ βωμοὶ κατὰ πόλεις τε ἵδρυνται καὶ παρʼ ὁδούς, καὶ σπανίως ἂν εὕροι τις Ἰταλίας χῶρον, ἔνθα μὴ τυγχάνει τιμώμενος ὁ θεός. ὁ μὲν οὖν μυθικὸς λόγος ὑπὲρ αὐτοῦ τοιός2δε παραδέδοται.
ὁ δʼ ἀληθέστερος, ᾧ πολλοὶ τῶν ἐν ἱστορίας σχήματι τὰς πράξεις αὐτοῦ διηγησαμένων ἐχρήσαντο, τοιός2δε· ὡς στρατηλάτης γενόμενος ἁπάντων κράτιστος τῶν καθʼ ἑαυτὸν Ἡρακλῆς καὶ δυνάμεως πολλῆς ἡγούμενος ἅπασαν ἐπῆλθε τὴν ἐντὸς Ὠκεανοῦ, καταλύων μὲν εἴ τις εἴη τυραννὶς βαρεῖα καὶ λυπηρὰ τοῖς ἀρχομένοις ἢ πόλις ὑβρίζουσα καὶ λωβωμένη τὰς πέλας ἢ μοναὶ ἀνθρώπων ἀνημέρῳ διαίτῃ καὶ ξενοκτονίαις ἀθεμίστοις χρωμένων, καθιστὰς δὲ νομίμους βασιλείας καὶ σωφρονικὰ πολιτεύματα καὶ βίων ἔθη φιλάνθρωπα καὶ κοινοπαθῆ· πρὸς δὲ τούτοις Ἕλλησί τε βαρβάρους συγκεραννύμενος καὶ θαλαττίοις ἠπειρώτας, οἳ τέως ἀπίστους καὶ ἀσυναλλάκτους εἶχον ὁμιλίας, ἐρήμῳ τε γῇ πόλεις ἐνιδρυόμενος καὶ ποταμοὺς ἐκτρέπων ἐπικλύζοντας πεδία καὶ τρίβους ἐκτέμνων ἀβάτοις ὄρεσι καὶ τἆλλα μηχανώμενος, ὡς ἅπασα γῆ καὶ θάλαττα κοινὴ ταῖς ἁπάντων χρείαις γενήσοιτο.
ἀφίκετο δὲ εἰς Ἰταλίαν οὐ μονόστολος οὐδὲ ἀγέλην βοῶν ἐπαγόμενος· ʽοὔτε γὰρ ὁ χῶρος ἐν τρίβῳ τοῖς εἰς Ἄργος ἐξ Ἰβηρίας ἀνασκευαζομένοις, οὔτε τοῦ διελθεῖν ἕνεκα τὴν χώραν τοσαύτης ἂν ἠξιώθη τιμῆς·̓ ἀλλʼ ἐπὶ δουλώσει καὶ ἀρχῇ τῶν τῇδε ἀνθρώπων στρατὸν ἄγων πολὺν Ἰβηρίαν ἤδη κεχειρωμένος· διατρῖψαί τε αὐτόθι πλείω χρόνον ἠναγκάσθη τοῦ τε ναυτικοῦ τῇ ἀπουσίᾳ, ἣ ἐγένετο χειμῶνος ἐπιλαβόντος, καὶ τῷ μὴ πάντα τὰ ἔθνη τὰ κατέχοντα Ἰταλίαν προσχωρῆσαι αὐτῷ ἑκούσια.
χωρὶς γὰρ τῶν ἄλλων βαρβάρων τὸ Λιγύων γένος πολὺ καὶ μάχιμον, ἐπὶ ταῖς παρόδοις τῶν Ἀλπείων ὀρῶν ἱδρυμένον, ἀποκωλύειν ὅπλοις τὰς εἰς2βολὰς αὐτοῦ τὰς εἰς Ἰταλίαν ἐπεχείρησεν, ἔνθα μέγιστος ἀγὼν τοῖς Ἕλλησιν ἐγένετο πάντων αὐτοὺς ἐπιλειπόντων ἐν τῇ μάχῃ τῶν βελῶν. δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένῳ. πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῷ τι συμβήσεσθαι ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἔσται διηγούμενος. τὰ δὲ ποιήματα ὧδʼ ἔχει· ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατὸν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει. πέπρωται γάρ σε καὶ βέλη λιπεῖν.
ἐπειδὴ δὲ τούτους καταστρεψάμενος τῶν παρόδων ἐκράτησεν, οἱ μέν τινες ἑκούσιοι παρεδίδοσαν αὐτῷ τὰς πόλεις, μάλιστα δὲ ὅσοι ἀπὸ τοῦ Ἑλληνικοῦ γένους ἦσαν ἢ δυνάμεις οὐκ εἶχον ἀξιοχρέους, οἱ δὲ πλείους ἐκ πολέμου καὶ πολιορκίας παρίσταντο.
ἐν δὴ τούτοις τοῖς μάχῃ κρατηθεῖσι καὶ τὸν ὑπὸ Ῥωμαίων μυθολογούμενον Κάκον, δυνάστην τινὰ κομιδῇ βάρβαρον καὶ ἀνθρώπων ἀνημέρων ἄρχοντα, γενέσθαι φασὶν αὐτῷ διάφορον, ἐρυμνοῖς χωρίοις ἐπικαθήμενον καὶ διὰ ταῦτα τοῖς πλησιοχώροις ὄντα λυπηρόν. ὃς ἐπειδὴ καταστρατοπεδεύσαντα τὸν Ἡρακλέα ἔμαθεν ἐν τῷ προσεχεῖ πεδίῳ, λῃστρικῶς διασκευασάμενος ἐπιδρομῇ αἰφνιδίῳ ἐχρήσατο κατακοιμωμένου τοῦ στρατοῦ καὶ τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳ
περιβαλόμενος ἀπήλασεν. ὕστερον δὲ κατακλεισθεὶς ὑπὸ τῶν Ἑλλήνων εἰς πολιορκίαν, τά τε φρούρια κατὰ κράτος ἁλόντʼ ἐπεῖδε καὶ αὐτὸς ἐν τοῖς ἐρύμασιν ἀνῃρέθη. τῶν δὲ φρουρίων αὐτοῦ κατασκαφέντων τὰ πέριξ χωρία οἱ συνεξελθόντες Ἡρακλεῖ κατὰ σφᾶς ἕτεροι παρέλαβον Ἀρκάδες τέ τινες οἱ σὺν Εὐάνδρῳ καὶ Φαῦνος ὁ τῶν Ἀβοριγίνων βασιλεύς. εἰκάσειε δʼ ἄν τις καὶ τοὺς ὑπομείναντας αὐτόθι τῶν Ἑλλήνων Ἐπειοὺς καὶ τοὺς ἐκ Φενεοῦ Ἀρκάδας καὶ Τρῶας ἐπὶ
φυλακῇ τῆς χώρας καταλειφθῆναι. στρατηγικὸν γὰρ δὴ καὶ τοῦτο τῶν Ἡρακλέους ἔργων καὶ οὐδενὸς ἧττον θαυμάζεσθαι ἐπιτήδειον, τὸ δὴ τοὺς ἀνασπάστους ἐκ τῶν κεκρατημένων πόλεων τέως μὲν ἐπάγεσθαι κατὰ τὰς στρατείας, ἐπεὶ δὲ προθύμως τοὺς πολέμους συνδιενέγκαιεν εἰς τὰ δορίκτητα κατοικίζειν καὶ τοῖς παρʼ ἑτέρων ἐπιχορηγηθεῖσι δωρεῖσθαι πλούτοις. διὰ μὲν δὴ ταῦτα μέγιστον ὄνομα καὶ κλέος Ἡρακλέους ἐν Ἰταλίᾳ γεγενῆσθαι, καὶ οὐ τῆς παρόδου χάριν, ᾗ σεμνὸν οὐδὲν προσῆν.
λέγουσι δέ τινες αὐτὸν καὶ παῖδας ἐν τοῖς χωρίοις τούτοις, ἃ νῦν Ῥωμαῖοι κατοικοῦσιν, ἐκ δύο γυναικῶν γενομένους καταλιπεῖν· Πάλλαντα μὲν ἐκ τῆς Εὐάνδρου θυγατρός, ᾗ Λαῦναν ὄνομά φασιν εἶναι, Λατῖνον δὲ ἔκ τινος ὑπερβορίδος κόρης, ἣν πατρὸς εἰς ὁμηρείαν δόντος ἐπήγετο καὶ αὐτὴν μέχρι μέν τινος ἁγνὴν γάμων ἐφύλαττεν, ἐπεὶ δὲ εἰς Ἰταλίαν ἔπλει ἐρασθεὶς ἐγκύμονα ποιεῖ, ἣν καὶ ὅτε δὴ ἀπαίρειν εἰς Ἄργος ἔμελλε τῷ βασιλεῖ τῶν Ἀβοριγίνων Φαύνῳ γυναῖκα ποιήσασθαι δίδωσι· διʼ ἣν αἰτίαν τοὺς πολλοὺς τὸν Λατῖνον τούτου υἱὸν νομίζειν, οὐχ Ἡρακλέους.
Πάλλαντα μὲν οὖν πρὶν ἡβῆσαι λέγουσιν ἀποθανεῖν, Λατῖνον δὲ ἀνδρωθέντα τὴν Ἀβοριγίνων ἀρχὴν παραλαβεῖν. τούτου δὲ ἄπαιδος ἀρρένων παίδων τελευτήσαντος ἐν τῇ πρὸς τοὺς ὁμόρους Ῥοτόλους μάχῃ περιστῆναι τὴν ἀρχὴν εἰς Αἰνείαν τὸν Ἀγχίσου κηδεστὴν αὐτοῦ γενόμενον. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις χρόνοις ἐγένετο.
Ἡρακλῆς δʼ ἐπεὶ τά τε κατὰ τὴν Ἰταλίαν ἅπαντα ὡς ἐβούλετο κατεστήσατο καὶ ὁ ναυτικὸς αὐτῷ στρατὸς σῶος ἐξ Ἰβηρίας ἀφίκετο, θύσας τοῖς θεοῖς τὰς δεκάτας τῶν λαφύρων καὶ πολίχνην ἐπώνυμον αὑτοῦ κτίσας, ἔνθα ὁ στόλος αὐτῷ ἐναυλόχει, ἣ καὶ νῦν ὑπὸ Ῥωμαίων οἰκουμένη Νέας Πόλεως καὶ Πομπηίας ἐν μέσῳ κεῖται λιμένας ἐν παντὶ καιρῷ βεβαίους ἔχουσα, δόξης τε καὶ ζήλου καὶ τιμῶν ἰσοθέων παρὰ πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἰταλίᾳ
τυχὼν ἀπῆρεν εἰς Σικελίαν. οἱ δὲ καταλειφθέντες ὑπʼ αὐτοῦ φρουροὶ καὶ οἰκήτορες Ἰταλίας οἱ περὶ τὸν Σατόρνιον ὄχθον ἱδρυμένοι τέως μὲν ἐπολιτεύοντο καθʼ ἑαυτοὺς, χρόνῳ δʼ ὕστερον οὐ μακρῷ δίαιτάν τε καὶ νόμους καὶ θεῶν ἱερὰ συνενεγκάμενοι τὰ σφέτερα τοῖς Ἀβοριγίνων ὥσπερ Ἀρκάδες καὶ ἔτι πρότερον Πελασγοὶ πόλεώς τε τῆς αὐτῆς τοῖς Ἀβοριγῖσι κοινωνήσαντες συνέβησαν ὁμοεθνεῖς νομίζεσθαι. Ἡρακλέους μὲν δὴ στρατείας πέρι καὶ Πελοποννησίων ὑπομονῆς ἐν Ἰταλίᾳ, τοσαῦτα εἰρήσθω.
δευτέρᾳ δʼ ὕστερον γενεᾷ μετὰ τὴν Ἡρακλέους ἄπαρσιν, ἔτει δὲ πέμπτῳ καὶ πεντηκοστῷ μάλιστα, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσι, βασιλεὺς μὲν Ἀβοριγίνων ἦν Λατῖνος ὁ Φαύνου, γόνος δὲ Ἡρακλέους, πέμπτον δὲ καὶ τριακοστὸν ἔτος ἔχων τὴν ἀρχήν.
κατὰ δὲ τὸν χρόνον τοῦτον Τρῶες οἱ σὺν Αἰνείᾳ διαφυγόντες ἐξ Ἰλίου τῆς πόλεως ἁλούσης κατέσχον εἰς Λωρεντόν, αἰγιαλὸν Ἀβοριγίνων ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, οὐ πρόσω τῶν ἐκβολῶν τοῦ Τεβέριος· λαβόντες δὲ παρὰ τῶν Ἀβοριγίνων χωρίον εἰς οἴκησιν καὶ ὅσα ἠξίουν, πολίζονται μικρὸν ἀποσχόντες ἀπὸ θαλάττης ἐπὶ λόφῳ τινὶ Λαουΐνιον ὄνομα τῇ πόλει θέμενοι.
ὀλίγῳ δʼ ὕστερον χρόνῳ τὴν ἀρχαίαν ἀλλάξαντες ὀνομασίαν ἅμα τοῖς Ἀβοριγῖσιν ἀπὸ τοῦ βασιλέως τῆς χώρας Λατῖνοι ὠνομάσθησαν· καὶ μεταναστάντες ἐκ τοῦ Λαουϊνίου κοινῇ μετὰ τῶν ἐπιχωρίων μείζονα περιβάλλονται πόλιν, ἣν Ἄλβαν ἐκάλεσαν, ἐξ ἧς ὁρμώμενοι πολλὰς μὲν καὶ ἄλλας πόλεις ἔκτισαν τῶν κληθέντων Πρίσκων Λατίνων, ἐξ ὧν αἱ πλεῖσται ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι,
γενεαῖς δʼ ὕστερον ἑκκαίδεκα μετὰ τὴν Ἰλίου ἅλωσιν ἐκπέμψαντες ἀποικίαν εἰς τὸ Παλλάντιόν τε καὶ τὴν Σατορνίαν, ἔνθα Πελοποννήσιοί τε καὶ Ἀρκάδες τὴν πρώτην οἴκησιν ἐποιήσαντο καὶ ἦν ἔτι ἐπʼ αὐτῶν ζώπυρʼ ἄττα περιλειπόμενα τοῦ παλαιοῦ γένους, οἰκίζουσι τοὺς τόπους περιλαβόντες τείχεσι τὸ Παλλάντιον, ὥστε λαβεῖν πόλεως σχῆμα τότε πρῶτον. τίθενται δὲ τῷ κτίσματι Ῥώμην ὄνομα ἀπὸ τοῦ στείλαντος τὴν ἀποικίαν Ῥωμύλου, ὃς ἦν ἕβδομος καὶ
δέκατος ἀπʼ Αἰνείου γεγονώς. βούλομαι δὲ καὶ περὶ τῆς Αἰνείου παρουσίας εἰς Ἰταλίαν, ἐπεὶ τῶν συγγραφέων τοῖς μὲν ἠγνόηται, τοῖς δὲ διαπεφώνηται ὁ περὶ αὐτοῦ λόγος, μὴ παρέργως διελθεῖν τάς τε τῶν Ἑλλήνων καὶ τὰς Ῥωμαίων τῶν μάλιστα πιστευομένων ἱστορίας παραβαλών. ἔχει δὲ τὰ περὶ αὐτοῦ λεγόμενα ὧδε.
Ἰλίου κρατηθέντος ὑπʼ Ἀχαιῶν, εἴτε τοῦ δουρείου ἵππου τῇ ἀπάτῃ, ὡς Ὁμήρῳ πεποίηται, εἴτε τῇ προδοσίᾳ τῶν Ἀντηνοριδῶν εἴτε ἄλλως πως, τὸ μὲν ἄλλο πλῆθος ἐν τῇ πόλει Τρωικόν τε καὶ συμμαχικὸν ἐν ταῖς εὐναῖς ἔτι καταλαμβανόμενον ἐφονεύετο ʽνυκτὸς γὰρ δὴ τὸ δεινὸν ἀφυλάκτοις αὐτοῖς ἐπιστῆναι ἔοικενʼ, Αἰνείας δὲ καὶ οἱ σὺν αὐτῷ παρόντες Ἰλιεῦσιν ἐπίκουροι Τρῶες ἐκ Δαρδάνου τε πόλεως καὶ Ὀφρυνίου τῶν τε ἄλλων ὅσοι τῆς κάτω πόλεως ἁλισκομένης ἔφθασαν αἴσθησιν τοῦ δεινοῦ λαβεῖν, ἐπὶ τὰ καρτερὰ τοῦ Περγάμου συμφυγόντες τὴν ἀκρόπολιν ἰδίῳ τείχει φρουρουμένην καταλαμβάνονται, ἐν ᾗ καὶ ἱερὰ τὰ πατρῷα τοῖς Τρωσὶν ἦν καὶ χρημάτων ὁ πολὺς πλοῦτος, οἷα εἰκὸς ἐν ἐχυρῷ,
καὶ τοῦ στρατιωτικοῦ τὸ κράτιστον· ἔνθα ὑπομένοντες ἀπεκρούοντο τοὺς πειρωμένους ἐπιβαίνειν τῆς ἄκρας καὶ τὸ διαπῖπτον ὑπὸ τῆς ἁλώσεως πλῆθος ἐμπειρίᾳ στενωπῶν ὑποθέοντες ἀνελάμβανον· καὶ ἐγένετο τοῦ καταληφθέντος πλεῖον τὸ διαφυγόν. τὴν μὲν δὴ αὐτίκα ὁρμὴν τῶν πολεμίων, ἣν εἶχον ὅλην διαχρήσασθαι τὴν πόλιν, καὶ τὸ μὴ πᾶν ἐξ ἐφόδου καταληφθῆναι τὸ ἄστυ τοῦτο τὸ μηχάνημα ἐξευρὼν Αἰνείας ἐπέσχε. λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν, ἧς τὰ πλείω ἤδη ἐκρατεῖτο, εἰς νοῦν βάλλεται τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, τὰ δὲ σώματα αὐτὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα καὶ χρήματα ὁπόσα φέρειν δύναιτο διασώσασθαι.
δόξαν δὲ αὐτῷ, παῖδας μὲν καὶ γυναῖκας καὶ τὰ γηραιὰ σώματα καὶ ὁπόσοις ἄλλοις βραδείας ἔδει φυγῆς προεξελθεῖν κελεύει τῆς πόλεως κατὰ τὰς ἐπὶ τὴν Ἴδην φερούσας ὁδοὺς, ἕως Ἀχαιοὶ τὴν ἄκραν ἑλεῖν προθυμούμενοι διώξεως τοῦ διαπίπτοντος ἐκ τῆς πόλεως πλήθους οὐδὲν προεμηχανῶντο, τοῦ δὲ στρατιωτικοῦ τὸ μὲν ἐπὶ φυλακῇ τῶν ἐξιόντων ἔταξεν, ὡς ἀσφαλής τε καὶ ἀταλαίπωρος ἐκ τῶν ἐνόντων ἡ φυγὴ αὐτοῖς γένοιτο, εἴρητο δὲ τούτοις τὰ καρτερώτατα καταλαβέσθαι τῆς Ἴδης· τὸ δὲ λοιπὸν, ὃ δὴ κράτιστον ἦν, αὐτὸς ἔχων ὑπέμενεν ἐπὶ τοῦ τείχους καὶ παρεῖχε τοῖς προεξελθοῦσιν ἧττον ἐπιπόνους διηρτημένων τειχομαχίᾳ τῶν πολεμίων τὰς φυγάς.
Νεοπτολέμου δὲ σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιβάντος μέρους τινὸς τῆς ἄκρας καὶ προσβοηθησάντων αὐτοῖς Ἀχαιῶν ἁπάντων τῆς μὲν ἄκρας μεθίεται, ἀνοίξας δὲ τὰς πύλας ἀπῄει συντεταγμένους ἔχων τοὺς λοιποὺς φυγάδας, ἀγόμενος ἐπὶ ταῖς κρατίσταις συνωρίσι τόν τε πατέρα καὶ θεοὺς τοὺς πατρῴους γυναῖκά τε καὶ τέκνα καὶ τῶν ἄλλων εἴ τι πλείστου ἄξιον ἦν σῶμα ἢ χρῆμα.
ἐν δὲ τούτῳ κατὰ κράτος εἰλήφεσαν Ἀχαιοὶ τὴν πόλιν καὶ περὶ τὰς ἁρπαγὰς ἐσπουδακότες πολλὴν ἄδειαν σώζεσθαι τοῖς φεύγουσι παρῆκαν. οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν ἔτι καθʼ ὁδὸν εὑρόντες τοὺς σφετέρους καὶ καθʼ ἓν ἅπαντες γενόμενοι τὰ ὀχυρώτατα καταλαμβάνονται τῆς Ἴδης.
ἦλθον δʼ ὡς αὐτοὺς οἵ τʼ ἐν Δαρδάνῳ τότε οἰκοῦντες, ὡς εἶδον φλόγα πολλὴν παρὰ τὰ εἰωθότα φερομένην ἐξ Ἰλίου, νύκτωρ καταλιπόντες τὴν πόλιν ἔρημον, χωρὶς ἢ ὅσοι σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ ναυτικόν τι συνεσκευασμένοι ἔτυχον προεξεληλυθότες τῆς πόλεως, καὶ ἐξ Ὀφρυνίου πόλεως ὁ δῆμος ἅπας καὶ ἐκ τῶν ἄλλων Τρωικῶν πόλεων τῆς ἐλευθερίας οἱ περιεχόμενοι· δύναμίς τε αὕτη διʼ ἐλαχίστου χρόνου μεγίστη τῶν Τρωικῶν ἐγένετο.
οἱ μὲν οὖν σὺν Αἰνείᾳ διασωθέντες ἐκ τῆς καταλήψεως ἐν τούτοις ὑπομένοντες τοῖς χωρίοις οὐ διὰ μακροῦ πάλιν ἐπὶ τὰ σφέτερα κατελεύσεσθαι ἤλπιζον τῶν πολεμίων ἀποπλευσάντων, Ἀχαιοὶ δὲ ἀνδραποδισάμενοι τὴν πόλιν καὶ τὰ σύνεγγυς χωρία καὶ φρούρια δῃώσαντες παρεσκευάζοντο μὲν ὡς καὶ
τοὺς ἐν τοῖς ὄρεσι χειρωσόμενοι. πεμψάντων δὲ κήρυκας αὐτῶν περὶ διαλύσεων καὶ δεομένων μὴ σφᾶς εἰς ἀνάγκην καταστῆσαι πολέμου, συνελθόντες εἰς ἐκκλησίαν ἐπὶ τοῖς2δε ποιοῦνται πρὸς αὐτοὺς τὰς διαλύσεις· Αἰνείαν μὲν καὶ τοὺς σὺν αὐτῷ τὰ χρήματα φέροντας ὅσα διεσώσαντο κατὰ τὴν φυγὴν ἐν ὡρισμένοις τισὶ χρόνοις ἐκ τῆς Τρωάδος ἀπελθεῖν, παραδόντας Ἀχαιοῖς τὰ φρούρια· Ἀχαιοὺς δὲ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν ἐξ ἁπάσης ὅσης ἐκράτουν γῆς καὶ θαλάττης ἀπιοῦσι κατὰ τὰς ὁμολογίας.
δεξάμενος δὲ ταῦτα Αἰνείας καὶ νομίσας ἐκ τῶν ἐνόντων κράτιστα εἶναι Ἀσκάνιον μὲν τὸν πρεσβύτατον τῶν παίδων ἔχοντα τοῦ συμμαχικοῦ τινα μοῖραν, ἧς Φρύγιον ἦν τὸ πλεῖστον, εἰς τὴν Δασκυλῖτιν καλουμένην γῆν, ἔνθα ἐστὶν ἡ Ἀσκανία λίμνη, μετάπεμπτον ὑπὸ τῶν ἐγχωρίων γενόμενον ἐπὶ βασιλείᾳ τοῦ ἔθνους ἀποπέμπει· καὶ ᾤκησεν Ἀσκάνιος αὐτόθι χρόνον τινὰ οὐ πολύν. ἐλθόντων δὲ ὡς αὐτὸν Σκαμανδρίου τε καὶ τῶν ἄλλων Ἑκτοριδῶν ἀφειμένων ἐκ τῆς Ἑλλάδος ὑπὸ Νεοπτολέμου, κατάγων αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἀρχὴν εἰς Τροίαν ἀφικνεῖται.
καὶ περὶ μὲν Ἀσκανίου τοσαῦτα λέγεται· τοὺς δὲ ἄλλους παῖδας Αἰνείας παραλαβὼν καὶ τὸν πατέρα καὶ τὰ ἕδη τῶν θεῶν, ἐπειδὴ παρεσκευάσθη τὸ ναυτικὸν αὐτῷ, διαπλεῖ τὸν Ἑλλήσποντον ἐπὶ τῆς ἔγγιστα κειμένης χερρονήσου τὸν πλοῦν ποιούμενος, ἣ πρόκειται μὲν τῆς Εὐρώπης, καλεῖται δὲ Παλλήνη. ἔθνος δʼ εἶχεν αὐτὴν Θρᾴκιον σύμμαχον Κρουσαῖον καλούμενον ἁπάντων προθυμότατον τῶν συναραμένων αὐτοῖς τοῦ πολέμου.
ὁ μὲν οὖν πιστότατος τῶν λόγων, ᾧ κέχρηται τῶν παλαιῶν συγγραφέων Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς, περὶ τῆς Αἰνείου φυγῆς τοιός2δε ἐστίν. εἴρηνται δὲ καὶ ἄλλοις τισὶ περὶ τῶν αὐτῶν οὐ κατὰ ταὐτὰ ἔχοντες λόγοι, οὓς ἧττον ἔγωγε τούτου πιθανοὺς εἶναι νομίζω. κρινέτω δὲ ὡς ἕκαστος τῶν ἀκουόντων βούλεται.
Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Λαοκόωντι δράματι μελλούσης ἁλίσκεσθαι τῆς πόλεως πεποίηκε τὸν Αἰνείαν ἀνασκευαζόμενον εἰς τὴν Ἴδην, κελευσθέντα ὑπὸ τοῦ πατρὸς Ἀγχίσου κατὰ τὴν μνήμην ὧν Ἀφροδίτη ἐπέσκηψε καὶ ἀπὸ τῶν νεωστὶ γενομένων περὶ τοὺς Λαοκοωντίδας σημείων τὸν μέλλοντα ὄλεθρον τῆς πόλεως συντεκμηραμένου. ἔχει δʼ ἐν αὐτῷ τὰ ἰαμβεῖα ἐν ἀγγέλου προσώπῳ λεγόμενα ὧδε· νῦν δʼ ἐν πύλαισιν Αἰνέας ὁ τῆς θεοῦ πάρεστʼ ἐπʼ ὤμων πατέρʼ ἔχων κεραυνίου νώτου καταστάζοντα βύσσινον φάρος. κύκλῳ δὲ πᾶσαν οἰκετῶν παμπληθίαν· συμπλάζεται δὲ πλῆθος οὐχ ὅσον δοκεῖς, οἳ τῆς2δʼ ἐρῶσι τῆς ἀποικίας Φρυγῶν.
Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν ἀποφαίνει τὴν πόλιν τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. σύγκειται δὲ αὐτῷ ὁ λόγος ἀρξαμένῳ ἀπὸ τῆς Ἀχιλλέως ταφῆς τὸν τρόπον τόνδε· ʽἈχαιοὺς δʼ ἀνίη εἶχε καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι. ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον βίῃ πάσῃ, ἄχρις Ἴλιος ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος ἀνέτρεψε Πρίαμον· ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνεἰ.
ἄλλοι δέ τινες ἐπὶ τοῦ ναυστάθμου τοῦ Τρωικοῦ τυχεῖν αὐτὸν τηνικαῦτα διατρίβοντα λέγουσιν, οἱ δʼ εἰς Φρυγίαν ἀπεσταλμένον ὑπὸ Πριάμου μετὰ δυνάμεως ἐπί τινα χρείαν στρατιωτικήν· εἰσὶ δʼ οἳ μυθωδεστέραν αὐτοῦ ποιοῦσι τὴν ἔξοδον. ἐχέτω δʼ ὅπῃ τις αὑτὸν πείθει.
τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς τὴν ἀπορίαν. οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἐστι Κεφάλων τε ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι. ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν, οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ, καὶ Νήσῳ δὲ λεγομένῃ, καίπερ οὔσῃ μεσόχθονι, ἀπὸ τελμάτων καὶ ποταμοῦ· τάς τε καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ Κάπυος. λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ
τῷ γράψαντι τὰ Ἀρκαδικά. εἰσὶ δὲ καὶ οἳ δεῦρο μὲν ἀφικέσθαι τὸν Αἰνείαν μυθολογοῦσιν, οὐ μέντοι τήν γε τελευτὴν αὐτῷ τοῦ βίου συμπεσεῖν ἐν τοῖς2δε τοῖς χωρίοις, ἀλλʼ ἐν Ἰταλίᾳ, ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι καὶ Ἀγάθυλλος Ἀρκὰς ὁ ποιητὴς ἐν ἐλεγείῳ λέγων ὧδε· ἵκετο δʼ Ἀρκαδίην, Νήσῳ δʼ ἐγκάτθετο παῖδας δοιάς, Κωδώνης λέκτρα καὶ Ἀνθεμόνης. αὐτὸς δʼ Ἑσπερίην ἔσυτο χθόνα, γείνατο δʼ υἷα Ῥωμύλον.