Kitap 1
ἀντιδιαλλαττόμενοι δὲ πρὸς ταῦτα λέγουσιν ὡς ὁ Νεμέτωρ, ἐπειδὴ τὴν Ἰλίαν ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ διηλλάξατο τεκούσης αὐτῆς τὰ βρέφη καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν εἴτε χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν πριάμενος εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν μηχανησάμενος, καὶ αὐτὰ λαβὼν Ἀμόλιος ὅτῳ δή τινι τρόπῳ ἀναιρεῖ· τὰ δʼ ἐκ τῆς Ἰλίας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι δίδωσι τῷ Φαιστύλῳ.
τὸν δὲ Φαιστύλον τοῦτον Ἀρκάδα μὲν εἶναί φασι τὸ γένος ἀπὸ τῶν σὺν Εὐάνδρῳ, κατοικεῖν δὲ περὶ τὸ Παλλάντιον ἐπιμέλειαν ἔχοντα τῶν Ἀμολίου κτημάτων. χαρίσασθαι δὲ Νεμέτορι τὴν ἐκτροφὴν τῶν παίδων τἀδελφῷ πειθόμενον ὄνομα Φαυστίνῳ τὰς περὶ τὸν Αὐεντῖνον τρεφομένας τοῦ
Νεμέτορος ἀγέλας ἐπιτροπεύοντι· τήν τε τιθηνησαμένην τὰ παιδία καὶ μαστοὺς ἐπισχοῦσαν οὐ λύκαιναν εἶναί φασιν, ἀλλʼ ὥσπερ εἰκὸς γυναῖκα τῷ Φαιστύλῳ συνοικοῦσαν Λαυρεντίαν ὄνομα, ᾗ δημοσιευούσῃ ποτὲ τὴν τοῦ σώματος ὥραν οἱ περὶ τὸ Παλλάντιον διατρίβοντες ἐπίκλησιν ἔθεντο τὴν Λούπαν· ἔστι δὲ τοῦτο Ἑλληνικόν τε καὶ ἀρχαῖον ἐπὶ ταῖς μισθαρνούσαις τἀφροδίσια τιθέμενον, αἳ νῦν εὐπρεπεστέρᾳ κλήσει ἑταῖραι προσαγορεύονται. ἀγνοοῦντας δέ τινας αὐτὸ πλάσαι τὸν περὶ τῆς λυκαίνης μῦθον, ἐπειδὴ κατὰ τὴν γλῶτταν, ἣν τὸ Λατίνων ἔθνος φθέγγεται, λούπα καλεῖται τοῦτο τὸ θηρίον. ἡνίκα δὲ τῆς ἐν τῷ γάλακτι τροφῆς ἀπηλλάγη τὰ παιδία, δοθῆναι πρὸς τῶν τρεφόντων εἰς Γαβίους πόλιν οὐ μακρὰν ἀπὸ τοῦ
Παλλαντίου κειμένην, ὡς Ἑλλάδα παιδείαν ἐκμάθοιεν, κἀκεῖ παρʼ ἀνδράσιν ἰδιοξένοις τοῦ Φαιστύλου τραφῆναι γράμματα καὶ μουσικὴν καὶ χρῆσιν ὅπλων Ἑλληνικῶν ἐκδιδασκομένους μέχρις ἥβης.
ἐπεὶ δὲ ἀφίκοντο πρὸς τοὺς νομιζομένους γονεῖς συμβῆναι τὴν διαφορὰν αὐτοῖς πρὸς τοὺς Νεμέτορος βουκόλους περὶ τῶν συννόμων χωρίων· ἐκ δὲ τούτου πληγὰς αὐτοῖς δόντας ὡς αὐτοὺς ἀπελάσαι τὰς ἀγέλας, ποιῆσαι δὲ ταῦτα τῇ γνώμῃ τοῦ Νεμέτορος, ἵνʼ ἀρχὴ γένοιτο ἐγκλημάτων καὶ ἅμα παρουσίας εἰς τὴν πόλιν τῷ νομευτικῷ
πλήθει πρόφασις. ὡς δὲ ταῦτʼ ἐγένετο Νεμέτορα μὲν Ἀμολίου καταβοᾶν, ὡς δεινὰ πάσχοι διαρπαζόμενος ὑπὸ τῶν ἐκείνου βουκόλων, καὶ ἀξιοῦν εἰ μηδενὸς αἴτιος τῶν ἐκείνου ἐστὶ παραδοῦναι τὸν βουφορβὸν αὑτῷ καὶ τοὺς υἱοὺς ἐπὶ δίκῃ· Ἀμόλιον δὲ ἀπολύσασθαι βουλόμενον τὴν αἰτίαν τούς τε αἰτηθέντας καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι παρεῖναι τοῖς γενομένοις εἶχον αἰτίαν, ἥκειν κελεύειν δίκας ὑφέξοντας τῷ Νεμέτορι.
πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν. περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.
τὰ δὲ κατὰ τὴν κτίσιν αὐτὴν γενόμενα (τοῦτο γὰρ ἔτι μοι τὸ μέρος τῆς γραφῆς λείπεται) νῦν ἔρχομαι διηγησόμενος. ἐπειδὴ γὰρ Ἀμολίου τελευτήσαντος ἀνενεώσατο τὴν ἀρχὴν ὁ Νεμέτωρ ὀλίγον ἐπισχὼν χρόνον, ἐν ᾧ τὴν πόλιν ἐκ τῆς πρότερον ἐπεχούσης ἀκοσμίας εἰς τὸν ἀρχαῖον ἐκόσμει τρόπον, εὐθὺς ἐπενόει τοῖς μειρακίοις ἰδίαν ἀρχὴν κατασκευάσαι ἑτέραν πόλιν οἰκίσας.
ἅμα δὲ καὶ τοῦ πολιτικοῦ πλήθους ἐπίδοσιν εἰς εὐανδρίαν ἐσχηκότος ἀπαναλῶσαί τι καλῶς ἔχειν ᾤετο, καὶ μάλιστα τὸ διάφορον αὐτῷ ποτε γενόμενον, ὡς μὴ διʼ ὑποψίας αὐτοὺς ἔχοι. κοινωσάμενος δὲ τοῖς μειρακίοις, ἐπειδὴ κἀκείνοις ἐδόκει, δίδωσιν αὐτοῖς χωρία μὲν ὧν ἄρξουσιν, ἔνθα παῖδες ὄντες ἐτράφησαν, ἐκ δὲ τοῦ λεὼ τόν τε διʼ ὑποψίας αὐτῷ γενόμενον, ὃς ἔμελλε νεωτερισμοῦ εἰσαῦθις ἄρξειν, καὶ εἴ τι ἑκούσιον ἀπαναστῆναι ἐβούλετο.
ἦν δὲ ἐν τούτοις πολὺ μὲν ὥσπερ εἰκὸς ἐν πόλει κινουμένῃ τὸ δημοτικὸν γένος, ἱκανὸν δὲ καὶ τὸ ἀπὸ τοῦ κρατίστου γνώριμον, ἐκ δὲ τοῦ Τρωικοῦ τὸ εὐγενέστατον δὴ νομιζόμενον, ἐξ οὗ καὶ γενεαί τινες ἔτι περιῆσαν εἰς ἐμέ, πεντήκοντα μάλιστʼ οἶκοι. ἐχορηγεῖτο δὲ τοῖς νεανίσκοις καὶ χρήματα καὶ ὅπλα καὶ σῖτος καὶ ἀνδράποδα καὶ ὑποζύγια ἀχθοφόρα καὶ εἴ τι ἄλλο πόλεως ἦν κατασκευῇ πρόσφορον.
ὡς δὲ ἀνέστησαν ἐκ τῆς Ἄλβας οἱ νεανίσκοι τὸν λεὼν μίξαντες αὐτῷ τὸν αὐτόθεν, ὅσος ἦν ἐν τῷ Παλλαντίῳ καὶ περὶ τὴν Σατορνίαν ὑπολιπής, μερίζονται τὸ πλῆθος ἅπαν διχῇ. τοῦτο δὲ αὐτοῖς δόξαν παρέσχε φιλοτιμίας, ἵνα θᾶττον ἀνύηται τῇ πρὸς ἀλλήλους ἁμίλλῃ τὰ ἔργα, αἴτιον δὲ τοῦ μεγίστου κακοῦ, στάσεως, ἐγένετο.
οἵ τε γὰρ προσνεμηθέντες αὐτοῖς τὸν ἑαυτῶν ἡγεμόνα ἕκαστοι κυδαίνοντες ὡς ἐπιτήδειον ἁπάντων ἄρχειν ἐπῆρον, αὐτοί τε οὐκέτι μίαν γνώμην ἔχοντες οὐδὲ ἀδελφὰ διανοεῖσθαι ἀξιοῦντες, ὡς αὐτὸς ἄρξων ἑκάτερος θατέρου, παρώσαντες τὸ ἴσον τοῦ πλείονος ὠρέγοντο. τέως μὲν οὖν ἀφανῆ τὰ πλεονεκτήματα αὐτῶν ἦν, ἔπειτα δὲ ἐξερράγη σὺν τοιᾷδε προφάσει.
τὸ χωρίον ἔνθα ἔμελλον ἱδρύσειν τὴν πόλιν οὐ τὸ αὐτὸ ᾑρεῖτο ἑκάτερος. Ῥωμύλου μὲν γὰρ ἦν γνώμη τὸ Παλλάντιον οἰκίζειν τῶν τε ἄλλων ἕνεκα καὶ τῆς τύχης τοῦ τόπου, ἣ τὸ σωθῆναί τε αὐτοῖς καὶ τραφῆναι παρέσχε· Ῥώμῳ δὲ ἐδόκει τὴν καλουμένην νῦν ἀπʼ ἐκείνου Ῥεμορίαν οἰκίζειν. ἔστι δὲ τὸ χωρίον ἐπιτήδειον ὑποδέξασθαι πόλιν λόφος οὐ πρόσω τοῦ Τεβέριος κείμενος, ἀπέχων τῆς Ῥώμης ἀμφὶ τοὺς τριάκοντα σταδίους. ἐκ δὲ τῆς φιλονεικίας ταύτης ἀκοινώνητος εὐθὺς ὑπεδηλοῦτο φιλαρχία. τῷ γὰρ εἴξαντι τὸ κρατῆσαν εἰς πάντα ὁμοίως ἐπιθήσεσθαι ἔμελλεν.
χρόνου δέ τινος ἐν τούτῳ διαγενομένου, ἐπειδὴ οὐδὲν ἐμειοῦτο τὸ τῆς στάσεως, δόξαν ἀμφοῖν τῷ μητροπάτορι ἐπιτέψαι παρῆσαν εἰς τὴν Ἄλβαν. ὁ δὲ αὐτοῖς ταῦτα ὑποτίθεται· θεοὺς ποιήσασθαι δικαστάς, ὁποτέρου χρὴ τὴν ἀποικίαν λέγεσθαι καὶ τὴν ἡγεμονίαν εἶναι. ταξάμενος δὲ αὐτοῖς ἡμέραν ἐκέλευσεν ἐξ ἑωθινοῦ καθέζεσθαι χωρὶς ἀλλήλων, ἐν αἷς ἑκάτεροι ἀξιοῦσιν ἕδραις· προθύσαντας δὲ τοῖς θεοῖς ἱερὰ τὰ νομιζόμενα φυλάττειν οἰωνοὺς αἰσίους· ὁποτέρῳ δʼ ἂν οἱ ὄρνιθες προτέρῳ κρείττους γένωνται,
τοῦτον ἄρχειν τῆς ἀποικίας. ἀπῄεσαν οἱ νεανίσκοι ταῦτʼ ἐπαινέσαντες καὶ κατὰ τὰ συγκείμενα παρῆσαν ἐν τῇ κυρίᾳ τῆς πράξεως ἡμέρᾳ. ἦν δὲ Ῥωμύλῳ μὲν οἰωνιστήριον, ἔνθα ἠξίου τὴν ἀποικίαν ἱδρῦσαι, τὸ Παλλάντιον, Ῥώμῳ δʼ ὁ προσεχὴς ἐκείνῳ λόφος Αὐεντῖνος καλούμενος, ὡς δέ τινες ἱστοροῦσιν ἡ Ῥεμορία· φυλακή τε ἀμφοῖν παρῆν οὐκ ἐπιτρέψουσα ὅ τι μὴ φανείη λέξειν.
ὡς δὲ τὰς προσηκούσας ἕδρας ἔλαβον ὀλίγον ἐπισχὼν χρόνον ὁ Ῥωμύλος ὑπὸ σπουδῆς τε καὶ τοῦ πρὸς τὸν ἀδελφὸν φθόνου, ὡς δὲ καὶ ὁ φθόνος ἴσως δὲ καὶ ὁ θεὸς οὕτως ἐνῆγε, πρὶν ἢ καὶ ὁτιοῦν σημεῖον θεάσασθαι πέμψας ὡς τὸν ἀδελφὸν ἀγγέλους ἥκειν ἠξίου διαταχέων, ὡς πρότερος ἰδὼν οἰωνοὺς αἰσίους. ἐν ᾧ δὲ οἱ πεμφθέντες ὑπʼ αὐτοῦ διʼ αἰσχύνης ἔχοντες τὴν ἀπάτην οὐ σπουδῇ ἐχώρουν, τῷ Ῥώμῳ γῦπες ἐπισημαίνουσιν ἓξ ἀπὸ τῶν δεξιῶν πετόμενοι. καὶ ο μὲν ἰδὼν τοὺς ὄρνιθας περιχαρὴς ἐγένετο, μετʼ οὐ πολὺ δὲ οἱ παρὰ τοῦ Ῥωμύλου πεμφθέντες ἀναστήσαντες αὐτὸν ἄγουσιν ἐπὶ τὸ Παλλάντιον.
ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον ὁ Ῥῶμος, οὕς2τινας οἰωνοὺς ἴδοι πρότερος, ὁ δὲ ἐν ἀπόρῳ γίνεται ὅ τι ἀποκρίναιτο. ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν; τούς2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς. ὁ δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπʼ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.
ἀνίσταται δὴ ἐκ τούτου μείζων τῆς προτέρας ἔρις ἑκατέρου τὸ πλέον ἔχειν ἀφανῶς δικαιουμένου, τὸ δὲ μὴ μεῖον ἀναφανδὸν ἀπὸ δικαιώσεως τοιᾶς2δε ἐπισυνάπτοντος. εἰρημένον γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ μητροπάτορος, ὅτῳ ἂν προτέρῳ κρείττους ὄρνιθες ἐπισημήνωσι, τοῦτον ἄρχειν τῆς ἀποικίας. γένους δὲ ὀρνίθων ἑνὸς ἀμφοῖν ὀφθέντος ὁ μὲν τῷ πρότερος, ὁ δὲ τῷ πλείους ἰδεῖν ἐκρατύνετο. συνελάμβανε δὲ αὐτοῖς τῆς φιλονεικίας καὶ τὸ ἄλλο πλῆθος ἦρξέ τε πολέμου δίχα τῶν ἡγεμόνων ὁπλισθέν, καὶ γίνεται μάχη καρτερὰ καὶ φόνος ἐξ ἀμφοῖν πολύς.
ἐν ταύτῃ φασί τινες τῇ μάχη τὸν Φαιστύλον, ὃς ἐξεθρέψατο τοὺς νεανίσκους, διαλῦσαι τὴν ἔριν τῶν ἀδελφῶν βουλόμενον, ὡς οὐδὲν οἷός τʼ ἦν ἀνύσαι, εἰς μέσους ὤσασθαι τοὺς μαχομένους ἄνοπλον θανάτου τοῦ ταχίστου τυχεῖν προθυμούμενον, ὅπερ καὶ ἐγένετο. τινὲς δὲ καὶ τὸν λέοντα τὸν λίθινον, ὃς ἔκειτο τῆς ἀγορᾶς τῆς τῶν Ῥωμαίων ἐν τῷ κρατίστῳ χωρίῳ παρὰ τοῖς ἐμβόλοις, ἐπὶ τῷ σώματι τοῦ Φαιστύλου τεθῆναί φασιν, ἔνθα ἔπεσεν ὑπὸ τῶν εὑρόντων ταφέντος.
ἀποθανόντος δʼ ἐν τῇ μάχῃ Ῥώμου νίκην οἰκτίστην ὁ Ῥωμύλος ἀπό τε τοῦ ἀδελφοῦ καὶ πολιτικῆς ἀλληλοκτονίας ἀνελόμενος τὸν μὲν Ῥῶμον ἐν τῇ Ῥεμορίᾳ θάπτει, ἐπειδὴ καὶ ζῶν τοῦ χωρίου τῆς κτίσεως περιείχετο, αὐτὸς δὲ ὑπὸ λύπης τε καὶ μετανοίας τῶν πεπραγμένων παρεὶς ἑαυτὸν εἰς ἀπόγνωσιν τοῦ βίου τρέπεται. τῆς δὲ Λαυρεντίας, ἣ νεογνοὺς παραλαβοῦσα ἐξεθρέψατο καὶ μητρὸς οὐχ ἧττον ἠσπάζετο, δεομένης καὶ παρηγορούσης, ταύτῃ πειθόμενος ἀνίσταται· συναγαγὼν δὲ τοὺς Λατίνους, ὅσοι μὴ κατὰ τὴν μάχην διεφθάρησαν, ὀλίγῳ πλείους ὄντας τρισχιλίων ἐκ πάνυ πολλοῦ κατʼ ἀρχὰς γενομένου πλήθους, ὅτε τὴν ἀποικίαν ἔστελλε,
πολίζει τὸ Παλλάντιον. ὁ μὲν οὖν πιθανώτατος τῶν λόγων περὶ τῆς Ῥώμου τελευτῆς οὗτος εἶναί μοι δοκεῖ. λεγέσθω δʼ ὅμως καὶ εἴ τις ἑτέρως ἔχων παραδέδοται. φασὶ δή τινες συγχωρήσαντʼ αὐτὸν τῷ Ῥωμύλῳ τὴν ἡγεμονίαν, ἀχθόμενον δὲ καὶ διʼ ὀργῆς ἔχοντα τὴν ἀπάτην, ἐπειδὴ κατεσκευάσθη τὸ τεῖχος φλαῦρον ἀποδεῖξαι τὸ ἔρυμα βουλόμενον, Ἀλλὰ τοῦτό γʼ, εἰπεῖν, οὐ χαλεπῶς ἄν τις ὑμῖν ὑπερβαίη πολέμιος, ὥσπερ ἐγώ· καὶ αὐτίκα ὑπεραλέσθαι· Κελέριον δέ τινα τῶν ἐπιβεβηκότων τοῦ τείχους, ὃς ἦν ἐπιστάτης τῶν ἔργων, Ἀλλὰ τοῦτόν γε τὸν πολέμιον οὐ χαλεπῶς ἄν τις ἡμῶν ἀμύναιτο, εἰπόντα, πλῆξαι τῷ σκαφείῳ κατὰ τῆς κεφαλῆς καὶ αὐτίκα ἀποκτεῖναι· τὸ μὲν δὴ τέλος τῆς στάσεως τῶν ἀδελφῶν τοιοῦτο λέγεται γενέσθαι.
ἐπεὶ δὲ οὐδὲν ἔτι ἦν ἐμποδῶν τῷ κτίσματι προειπὼν ὁ Ῥωμύλος ἡμέραν, ἐν ᾗ τοὺς θεοὺς ἀρεσάμενος ἔμελλε τὴν ἀρχὴν τῶν ἔργων ποιήσασθαι, παρασκευασάμενός τε ὅσα εἰς θυσίας καὶ ὑποδοχὰς τοῦ λεὼ χρησίμως ἕξειν ἔμελλεν, ὡς ἧκεν ὁ συγκείμενος χρόνος αὐτός τε προθύσας τοῖς θεοῖς καὶ τοὺς ἄλλους κελεύσας κατὰ δύναμιν τὸ αὐτὸ δρᾶν ὄρνιθας μὲν πρῶτον αἰσίους λαμβάνει· μετὰ δὲ τοῦτο πυρκαϊὰς πρὸ τῶν σκηνῶν γενέσθαι κελεύσας ἐξάγει τὸν λεὼν τὰς φλόγας ὑπερθρώσκοντα τῆς ὁσιώσεως τῶν μιασμάτων ἕνεκα. ἐπεὶ δὲ πᾶν, ὅσον ἦν ἐκ λογισμοῦ
θεοῖς φίλον, ᾤετο πεπρᾶχθαι καλέσας ἅπαντας εἰς τὸν ἀποδειχθέντα τόπον περιγράφει τετράγωνον σχῆμα τῷ λόφῳ, βοὸς ἄρρενος ἅμα θηλείᾳ ζευχθέντος ὑπʼ ἄροτρον ἑλκύσας αὔλακα διηνεκῆ τὴν μέλλουσαν ὑποδέξεσθαι τὸ τεῖχος· ἐξ οὗ Ῥωμαίοις τὸ ἔθος τοῦτο τῆς περιαρόσεως τῶν χωρίων ἐν οἰκισμοῖς πόλεων παραμένει. ἐργασάμενος δὲ ταῦτα καὶ τῶν βοῶν ἑκατέρους ἱερεύσας ἄλλων τε πολλῶν θυμάτων καταρξάμενος ἐφίστησι τοῖς ἔργοις τὸν λεών. ταύτην ἔτι καὶ
εἰς ἐμὲ τὴν ἡμέραν Ῥωμαίων ἡ πόλις ἑορτῶν οὐδεμιᾶς ἥττονα τιθεμένη καθʼ ἕκαστον ἔτος ἄγει, καλοῦσι δὲ Παρίλια. θύουσι δʼ ἐν αὐτῇ περὶ γονῆς τετραπόδων οἱ γεωργοὶ καὶ νομεῖς θυσίαν χαριστήριον ἔαρος ἀρχομένου. πότερον δὲ παλαίτερον ἔτι τὴν ἡμέραν ταύτην ἐν εὐπαθείαις διάγοντες ἐπιτηδειοτάτην οἰκισμῷ πόλεως ἐνόμισαν, ἢ τοῦ κτίσματος ἄρξασαν ἱερὰν ἐποιήσαντο καὶ θεοὺς ἐν αὐτῇ τοὺς ποιμέσι φίλους γεραίρειν ᾤοντο δεῖν οὐκ ἔχω βεβαίως εἰπεῖν.
ἃ μὲν οὖν ἐμοὶ δύναμις ἐγένετο σὺν πολλῇ φροντίδι ἀνευρεῖν Ἑλλήνων τε καὶ Ῥωμαίων συχνὰς ἀναλεξαμένῳ γραφὰς ὑπὲρ τοῦ τῶν Ῥωμαίων. γένους, τοιάδʼ ἐστίν. ὥστε θαρρῶν ἤδη τις ἀποφαινέσθω πολλὰ χαίρειν φράσας τοῖς βαρβάρων καὶ δραπετῶν καὶ ἀνεστίων ἀνθρώπων καταφυγὴν τὴν Ῥώμην ποιοῦσιν Ἑλλάδα πόλιν αὐτήν, ἀποδεικνύμενος μὲν κοινοτάτην τε πόλεων καὶ φιλανθρωποτάτην, ἐνθυμούμενος. ὅτι τὸ μὲν τῶν Ἀβοριγίνων φῦλον Οἰνωτρικὸν ἦν, τοῦτο δὲ Ἀρκαδικόν·
μεμνημένος δὲ τῶν συνοικησάντων αὐτοῖς Πελασγῶν, οἳ Θετταλίαν καταλιπόντες Ἀργεῖοι τὸ γένος ὄντες εἰς Ἰταλίαν ἀφίκοντο· Εὐάνδρου τε αὖ καὶ Ἀρκάδων ἀφίξεως, οἳ περὶ τὸ Παλλάντιον ᾤκησαν, Ἀβοριγίνων αὐτοῖς παρασχόντων τὸ χωρίον· ἔτι δὲ Πελοποννησίων τῶν σὺν Ἡρακλεῖ παραγενομένων, οἳ κατῴκησαν ἐπὶ τοῦ Σατορνίου· τελευταῖον δὲ τῶν ἀπαναστάντων ἐκ τῆς Τρωάδος καὶ συγκερασθέντων τοῖς προτέροις. τούτων γὰρ ἂν οὐδὲν εὕροι τῶν ἐθνῶν οὔτε ἀρχαιότερον οὔτε Ἑλληνικώτερον.
αἱ δὲ τῶν βαρβάρων ἐπιμιξίαι, διʼ ἃς ἡ πόλις πολλὰ τῶν ἀρχαίων ἐπιτηδευμάτων ἀπέμαθε, σὺν χρόνῳ ἐγένοντο. καὶ θαῦμα μὲν τοῦτο πολλοῖς ἂν εἶναι δόξειε τὰ εἰκότα λογισαμένοις, πῶς οὐχ ἅπασα ἐξεβαρβαρώθη Ὀπικούς τε ὑποδεξαμένη καὶ Μαρσοὺς καὶ· Σαυνίτας καὶ Τυρρηνοὺς καὶ Βρεττίους Ὀμβρικῶν τε καὶ Λιγύων καὶ Ἰβήρων καὶ Κελτῶν συχνὰς μυριάδας ἄλλα τε πρὸς τοῖς εἰρημένοις ἔθνη τὰ μὲν ἐξ αὐτῆς Ἰταλίας, τὰ δʼ ἐξ ἑτέρων ἀφιγμένα τόπων μυρία ὅσα οὔτε ὁμόγλωττα οὔτε ὁμοδίαιτα, ὧν οὔτε φωνὰς οὔτε δίαιταν καὶ βίους σύγκλυδας ἀναταραχθέντας ἐκ τοσαύτης διαφωνίας πολλὰ τοῦ παλαιοῦ
κόσμου τῆς πόλεως νεοχμῶσαι εἰκὸς ἦν· ἐπεὶ ἄλλοι γε συχνοὶ ἐν βαρβάροις οἰκοῦντες ὀλίγου χρόνου διελθόντος ἅπαν τὸ Ἑλληνικὸν ἀπέμαθον, ὡς μήτε φωνὴν Ἑλλάδα φθέγγεσθαι μήτε %5ἐπιτηδεύμασιν Ελλήνων χρῆσθαι, μήτε θεοὺς τοὺς αὐτοὺς νομίζειν, μήτε νόμους τοὺς ἐπιεικεῖς, ᾧ μάλιστα διαλλάσσει φύσις Ἑλλὰς βαρβάρου, μήτε τῶν ἄλλων συμβολαίων μηδʼ ὁτιοῦν. ἀποχρῶσι δὲ τὸν λόγον τόνδε ὡς ἀληθῆ εἶναι Ἀχαιῶν οἱ περὶ τὸν Πόντον ᾠκημένοι τεκμηριῶσαι, Ἠλείων μὲν ἐκ τοῦ Ἑλληνικωτάτου γενόμενοι, βαρβάρων δὲ συμπάντων τῶν νῦν ὄντες ἀγριώτατοι.
Ῥωμαῖοι δὲ φωνὴν μὲν οὔτʼ ἄκρως βάρβαρον οὔτʼ ἀπηρτισμένως Ἑλλάδα φθέγγονται, μικτὴν δέ τινα ἐξ ἀμφοῖν, ἧς ἐστιν ἡ πλείων Αἰολίς, τοῦτο μόνον ἀπολαύσαντες ἐκ τῶν πολλῶν ἐπιμιξιῶν, τὸ μὴ πᾶσι τοῖς φθόγγοις ὀρθοεπεῖν, τὰ δὲ ἄλλα, ὁπόσα γένους Ἑλληνικοῦ μηνύματʼ ἐστὶν ὡς οὐχ ἕτεροί τινες τῶν ἀποικησάντων διασώζοντες, οὐ νῦν πρῶτον ἀρξάμενοι πρὸς φιλίαν ζῆν, ἡνίκα τὴν τύχην πολλὴν καὶ ἀγαθὴν ῥέουσαν διδάσκαλον ἔχουσι τῶν καλῶν οὐδʼ ἀφʼ οὗ πρῶτον ὠρέχθησαν τῆς διαποντίου τὴν Καρχηδονίων καὶ Μακεδόνων ἀρχὴν καταλύσαντες, ἀλλʼ ἐκ παντὸς οὗ συνῳκίσθησαν χρόνου βίον Ἕλληνα ζῶντες καὶ οὐδὲν ἐκπρεπέστερον ἐπιτηδεύοντες πρὸς ἀρετὴν νῦν ἢ πρότερον.
μυρία δʼ εἰς τοῦτο λέγειν ἔχων καὶ πολλοῖς τεκμηρίοις χρῆσθαι δυνάμενος ἀνδρῶν τε μαρτυρίας φέρειν οὐκ ἀξίων ἀπιστεῖσθαι, πάντα ἀναβάλλομαι ταῦτα εἰς τὸν περὶ τῆς πολιτείας αὐτῶν συγγραφησόμενον λόγον. νυνὶ δὲ ἐπὶ τὴν ἑξῆς δἱήγησιν τρέψομαι τὴν ἀνακεφαλαίωσιν τῶν ἐν ταύτῃ δεδηλωμένων τῇ βίβλῳ τῆς ἐχομένης γραφῆς ποιησάμενος ἀρχήν.