Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
4.5 ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δʼ ἕτεροι ἱπποτοξόται.
4.6 αὐτῶν δὲ τῶν Ταραντίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἢ ἐς κύκλους περιιππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινῶς Ταραντῖνοί εἰσιν· οἳ δὲ τὰ μὲν πρῶτα ἐξακοντίζουσιν, ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, ἢ δόρυ ἓν ὧν ἔσχον ὑπολειπόμενοι ἢ καὶ τῇ σπάθῃ διαχρώμενοι· καὶ οὗτοι καλοῦνται ἐλαφροί. —
4.7 Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ δὲ λόγχας ἔχουσι. σπάθη δὲ μακρὰ καὶ πλατεῖα ἀπήρτηται αὐτοῖς ἀπὸ τῶν
4.8 ὤμων, καὶ θυρεοὺς πλατεῖς παραμήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα πεπλεγμένον καὶ κνημῖδας σμικράς.
4.9 λόγχας δὲ ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι· συμπλακῆναι δὲ εἰ δεήσειεν ἐς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μάχονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.
5.1 ἑκάστης δὲ τάξεως πεζικῆς τε καὶ ἱππικῆς συστήματά τʼ ἐστὶ καὶ ἡγεμόνες καὶ ἀριθμὸς καὶ ὀνόματα, ὑπὲρ ὧν ἤδη λεκτέον.
5.2 πρῶτον μὲν δὴ καὶ μέγιστον τῶν ἐν στρατηγίᾳ ἔργων παραλαβόντα πλῆθος ἀνθρώπων ἀθρόον καὶ ἄτακτον ἐς τάξιν καὶ κόσμον καταστῆσαι· τὸ δʼ ἔστιν καταλοχίσαι τε καὶ συλλοχίσαι, ἀριθμόν τε ἐπιθεῖναι τῷ πλήθει παντὶ σύμμετρον καὶ ἐπιτήδειον ἐς τὰς μάχας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi