Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
39.2 καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή κιστόν τε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι. οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελάσωσιν,
39.3 ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν, ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελίξαντες ἐς τοὐπίσω σφῶν ἐξηκόντισαν. ἐπὶ τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις
40.1 γίγνεται, ὡς δοκεῖν ἔμοιγε ἀπὸ Καντάβρων Ἰβηρικοῦ γένους τοῦτο ὀνομασθεῖσα, ὅτι ἐκεῖθεν αὐτὴν προσεποίησαν σφίσι Ῥωμαῖοι.
40.2 ἔχει ὧδε. ἡ προβολὴ μὲν ἡ τῶν ἱππίων, καθάπερ ἐξ ἀρχῆς, ἐν ἀριστερᾷ τοῦ βήματος πεφραγμένη ἐκτέτακται, πλήν γε δὴ τῶν δύο ἱππέων τῶν ἐκδεχομένων τὰ ἐπʼ εὐθὺ ἀκόντια.
40.3 ἐπελαύνουσι δὲ ἀπὸ τῶν δεξιῶν ὥσπερ καὶ τὸ πρόσθεν ἐγκλίνοντες ἐπὶ δόρυ, ἐπελαυνόντων δὲ αὐτῶν ἐν ἀριστερᾷ τοῦ βήματος ἄρξαμένη ἄλλη ἐπέλασις γίγνεται ἐς κύκλον ἐπιστρέφουσα.
40.4 οἱ δὲ ἱππῆς οὗτοι οὐκ ἀκοντίοις κούφοις διαχρῶνται ἔτι, ἀλλὰ ξυστοῖς δόρασιν, ἀσιδήροις μέν, τῷ βάρει δὲ οὔτε τοῖς ἐξακοντίζουσιν εὐφόροις, οὔτε ἐφʼ οὕς ἐκπέμπεται ἀκινδύνοις.
40.5 καὶ ἐπὶ τῷδε παραγγέλλεται μήτε τοῦ κράνους στοχάζεσθαι τῶν παριππευόντων μήτε ἐς τὸν ἵππον τὸ δόρυ μεθιέναι, ἀλλὰ γὰρ πρὶν ἐγκλῖναι τὸν ἱππέα καὶ παραγυμνῶσαί τι τῆς πλευρᾶς ἢ ἐκφῆναι τοῦ νώτου ἐπιστραφέντα, αὐτοῦ δὴ τοῦ θυρεοῦ στοχαζόμενον ὡς Βιαιότατα ἐναράξαι τὸ δόρυ. καὶ τὸ ἀκριβὲς τοῦδε τοῦ ἔργου ἐν τοῖσδʼ ἐστίν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi