36.4
τὸ δὲ κάλλος τοῦ δρωμένου ἐν τῷδε ἐστίν, ὅστις ὅτι πλεῖστα καὶ συνεχέστατα ἀκόντια, ὀρθῷ ἐπελαύνων τῷ ἵππῳ, ἐς τοὺς δύο τοὺς προβεβλημένους πρὸ τοῦ [ἀριστεροῦ] κέρως τῆς χελώνης κατὰ αὐτῶν τῶν ὅπλων ὡς μάλιστα τύχοι ἀκοντίσας.
36.5
ἐπελάσαντες δὲ ἐπʼ εὐθύ, ἐγκλίνουσιν αὖ ἐς τὰ πλάγια ὡς ἐς κύκλον ἐπιστρέφοντες. ἡ ἔγκλισις δὲ αὐτοῖς
36.6
ἐπὶ τὰ δεξιὰ σφῶν γίγνεται· οὕτω γὰρ τῷ τε ἀκοντίζειν οὐδὲν ἐμποδὼν ἵσταται, καὶ οἱ θυρεοὶ προβέβληνται πρὸ τῶν ἀκοντιζόντων ἐν τῇ ἐπελάσει.
37.1
καὶ χρὴ τοσαῦτα φέρειν ἀκόντια, ὡς διὰ πάσης τῆς προβολῆς ἐξακοντίζειν παριππεύοντα. καὶ τοῦ τε ἀκροβολισμοῦ τὸ συνεχὲς καὶ τοῦ κτύπου τὸ ἀνέκλειπτον ὥσπερ τι ἄλλο ἐκπληκτικὸν φαίνεται.
37.2
μεταξὺ δὲ δὴ τοῦ τε δεξιοῦ κέρως τῆς τάξεως καὶ τῆς προβολῆς τοῖν δυοῖν ἱππέοιν ἐκ τοῦ ἀφανοῦς ἱππῆς ἐκθέουσι, προϊππεύοντες μὲν τῆς οἰκείας τάξεως, ἀκοντίζοντες δὲ ἐς τοὺς παριππεύοντας. καὶ τούτοις ἐπʼ ἀσπίδα ἡ ἔγκλισις γίγνεται, καὶ ταύτῃ ἀφρακτότεροι παριππεύουσιν. ἔνθα δὴ καὶ μάλιστα ἀγαθοῦ δεῖ ἱππέως,
37.3
ὡς ὁμοῦ μὲν ἐξακοντίζειν δυνατός τε γίγνηται ἐς τοὺς ἐπελαύνοντας, ὁμοῦ δὲ σκέπειν τὴν δεξιὰν πλευρὰν τῇ προβολῇ τοῦ ὅπλου.
37.4
καὶ ἐν μὲν τῇ παρελάσει ὁ κατὰ δεξιὰν ἐπιστροφὴν ἀκοντισμὸς ἀναγκαῖος αὐτῷ γίγνεται, ἐν δὲ τῇ παντελεῖ ἐπιστροφῇ ὁ πέτρινος δὴ ὀνομαζόμενος τῇ Κελτῶν φωνῇ, ὅς ἐστι πάντων χαλεπώτατος.