Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
25.11 λόχου δεύτερός ἐστι τοῦ πρώτου λόχου, ὁ δὲ δεύτερος ἐν τῷ δευτέρῳ τέταρτος τοῦ πρώτου, καὶ ὡσαύτως ἐφεξῆς, ἔστʼ ἂν ἅπας ὁ δεύτερος λόχος κατὰ τον πρῶτον ἐπʼ εὐθείας ἐναλλὰξ ἐνταχθῇ ἐς βάθος. οὕτω γάρ τοι καὶ ὁ τέταρτος λόχος τὸν τρίτον βαθυνεῖ, συνταχθεὶς αὐτῷ, καὶ ἁπλῶς οἱ ἄρτιοι ἐς τοὺς περισσοὺς ἐνταχθήσονται.
25.12 οὐ χαλεπὸν δὲ γνῶναι, ὅπως καὶ αὐτοῦ τοῦ κατὰ βάθος χωρίου διπλασιασμὸς ἔσται, καὶ ἡ ἀπὸ τοῦδε ἀποκατάστασις.
26.1 καὶ μὴν πλαγία μὲν φάλαγξ ἐστὶν ἡ τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ἔχουσα, ὀρθία δέ, ὅταν ἐπὶ κέρως πορεύηται· οὕτω δὲ αὖ τὸ βάθος τοῦ μήκους πολλαπλάσιον
26.2 παρέχεται. ὅλως τε παράμηκες μὲν τάγμα ὀνομάζεται ὅ τι περ ἂν τὸ μῆκος ἔχῃ ἐπὶ πλέον τοῦ βάθους, ὄρθιον δὲ ὅ τι περ ἂν τὸ βάθος τοῦ μήκους.
26.3 λοξὴ δὲ ὀνομάζεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν ὁ στρατηγὸς βούληται, τοῖς πολεμίοις πελάζον ἔχουσα καὶ αὐτῷ μόνῳ ἀγωνιζομένη, τὸ ἕτερον δὲ διʼ ὑποστολῆς σῴζουσα.
26.4 παρεμβολὴν δὲ ὀνομάζουσιν, ἐπειδὰν προτεταγμένων τινῶν κατὰ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων ἐγκαθιστῶνται αὐτοῖς ἄλλοι ἐπʼ εὐθείας, ὡς ἀναπληρῶσαι τὸ πρόσθεν ἀπολειπόμενον κενὸν τῆς
26.5 φάλαγγος· πρόσταξιν δέ, ὅταν ἢ ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι κατʼ εὐθὺ τοῦ μετώπου τῆς τάξεως.
26.6 ἔνταξιν δὲ ὀνομάζουσιν, ἐπειδὰν τοὺς ψιλοὺς ἐς τὰ διαστήματα τῶν πεζῶν ἐντάξωσιν, ἄνδρα παρʼ
26.7 ἄνδρα ἱστάντες· ὑπόταξιν δέ, ἐπειδὰν τοὺς ψιλοὺς ἐπὶ τὰ πέρατα τῆς φάλαγγος ὑποτάξῃ τις ὡς ἐς ἐπικάμπιον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi