Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
24.2 Λάκων δʼ ἐξελιγμὸς ὀνομάζεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον μεταλλάξῃ ἐς ἄλλον ἴσον τῷ πρόσθεν τόπον, οἱ δὲ λοιποὶ ἑπόμενοι ἐφεξῆς αὐτῷ τάσσωνται· ἢ ὁπόταν ὁ μὲν οὐραγὸς μεταβάλληται, ὁ δὲ ὀπίσω αὐτοῦ τεταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπορευόμενος ἔμπροσθεν αὐτοῦ τάσσηται, καὶ οἱ λοιποὶ ὡσαύτως ἄλλος πρὸς ἄλλου ταχθεὶς τὸν λοχαγὸν αὖ πρωτοστάτην ποιήσωνται.
24.3 χόριος δʼ ἐξελιγμὸς γίγνεται, ἐπειδὰν ὁ λοχαγὸς μεταβαλλόμενος ἐπὶ δόρυ προΐῃ ἐπὶ τοῦ λόχου, ἔστʼ ἂν κατάσχῃ τὸν τοῦ οὐραγοῦ τόπον, ὁ δὲ οὐραγὸς τὸν τοῦ λοχαγοῦ.
24.4 οὗτοι μὲν οὖν κατὰ λόχους γίγνονται· ὡσαύτως δὲ καὶ οἱ κατὰ ζυγὰ συντελούμενοι, οὐ χαλεποὶ γνωσθῆναι.
25.1 διπλασιασμῶν δὲ δισσὰ γένη τυγχάνει ὄντα, ἤτοι
25.2 κατὰ ζυγὰ ἢ κατὰ βάθος. καὶ τούτων ἕκαστον ἢ τῷ ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ. ἀριθμῷ μέν, εἰ ἀντὶ χιλίων εἴκοσι τεσσάρων τὸ μῆκος δισχιλίων τεσσαράκοντα ὀκτὼ ποιήσαιμεν, τὸν τόπον τὸν αὐτὸν ἐπεχούσης τῆς πάσης φάλαγγος.
25.3 γίγνεται δὲ τοῦτο, παρεμβαλλόντων ἡμῶν ἐς τὰ μεταξὺ τῶν ὁπλιτῶν τοὺς ἐν τῷ βάθει ἐπιστάτας. καὶ οὕτω πυκνοῦται ἡμῖν τὸ μέτωπον τῆς
25.4 φάλαγγος. ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν ὧδε· ὁ ἐς τὸ μῆκος ἐντεταγμένος, ἐπάνιθι ἐς τάξιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi