ὁπότε τούτου δέοι, ἢ ἐπὶ κέρως ἑκατέρου, ἢ εἰ πρόβλημα εἴη τοῦ ἑτέρου κέρως ποταμὸς ἢ τάφρος ἢ θάλασσα, ἐπὶ τοῦ ἑτέρου μόνον ἐν ὑπερδεξίῳ χωρίῳ τοῦ ἀποκρούεσθαι τῶν πολεμίων τὴν ταύτῃ ἔφοδον, ἢ ἐς κώλυσιν κυκλώσεως· καὶ γὰρ αἱ τῶν ἱππέων τάξεις ἄλλοτε ἄλλῃ καθίστανται, ὅπου ἂν μέλλωσι ταχθέντες ὠφέλιμοι ἔσεσθαι.
τὸ μὲν οὖν πᾶν πλῆθος τῆς στρατιᾶς ὁπόσον χρὴ εἶναι, οὐκ ἐπὶ τῷ στρατηγῷ ἑλέσθαι· τὸ δὲ παρὸν ὅπως συντάξει τε καὶ ἀσκήσει καὶ ἐκ τάξεως ἐς τάξιν ἄλλην εὐπετῶς μετακινήσει, τοῦτο ἐπασκητέον.
τοσόνδε μέντοι συμβουλεύσαιμʼ ἂν τῷ στρατηγῷ, ἐκ τοῦ παντὸς πλήθους τῆς στρατιᾶς τοσούτους ἐς τὰς μάχας ἐξαγαγεῖν, ὁπόσοι ἐπιτήδειοι ἔσονται πρὸς τὰς μεταβολάς τε τῶν τάξεων καὶ τὰς μετακινήσεις, οἷον διπλασιασμοὺς καὶ πολυπλασιασμοὺς καὶ πτύξεις καὶ ἐξελιγμοὺς ἢ εἰ δή τινες ἄλλαι μεταβολαὶ τάξεων.
ἔνθεν δὴ τούτους μάλιστα τοὺς ἀριθμοὺς ἐπελέξαντο οἱ δεινοὶ ἀμφὶ ταῦτα, ὅσοι ἀριθμοὶ μέχρι μονάδος οἷοί τε δίχα διαιρεῖσθαι, ὁποία ἐστὶν ἡ τῶν μυρίων καὶ ἑξακισχιλίων καὶ τριακοσίων καὶ ἐπὶ τούτοις τεσσάρων καὶ ὀγδοήκοντα τάξις εἰ τύχοι οὖσα ὁπλιτική· ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, καὶ ταύτης ἔτι ἡμίσειαν τὴν τῶν ἱππέων. οὗτος γὰρ τοι ὁ ἀριθμὸς μέχρι μονάδος δίχα τέμνεται, ὥστε διπλασιάζειν αὐτὸν ἐς βάθος συνάγοντα καὶ αὖ ἐκτείνειν ἀναπτύσσοντα εὐμαρὲς καθίστασθαι, ὁπότε τούτου δεήσειεν.
αὐτίκα ἐπεὶ τῷ λόχῳ ἑκκαίδεκα ἀνδρῶν τὸ βάθος ὑπεθέμεθα, τέσσαρες καὶ εἴκοσι ἐπὶ τοῖς χιλίοις ἔσονται οἱ λόχοι ἐν τῷδε τῷ ἀριθμῷ, καὶ οὗτοι μεμερισμένοι ἐς τάγματα, ὧν ἑκάστῳ καὶ ὄνομα οἰκεῖον πρόσκειται.
οἱ μὲν γε δύο λόχοι διλοχία καλεῖται, ἀνδρῶν δύο καὶ τριάκοντα, καὶ διλοχίτης ὁ τούτων ἡγούμενος· οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτων ἡγούμενος τέτραρχος τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος.
αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἡγούμενος ταξίαρχος.
ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκατόνταρχος ὁ τούτων αὖ ἡγεμὼν ὀνομάζεται. αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται, λόχων μὲν ἑκκαίδεκα, ἀνδρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος συνταγμάταρχος. οἳ δὲ καὶ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον. καθʼ ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα
καὶ διακοσίων ἐπίλεκτοί εἰσι σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκήρυξ. καὶ τὸ πᾶν σύνταγμα ἐς τετράγωνον σχῆμα ταχθὲν ἐς ἑκκαίδεκα ἔχει τὸ μῆκος καὶ τὸ βάθος.
τὰ δὲ δύο συντάγματα γίγνεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ὁ ἡγούμενος πεντακοσίαρχος. τοῦτο δὲ διπλασιασθὲν γίγνεται χιλιαρχία, ἀνδρῶν μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ὁ ἐπὶ τούτοις χιλίαρχος. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἔξαρχος μέραρχος. οἳ δὲ καὶ τέλος τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύομεραρχίαι φαλαγγαρχία,
τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτων αὖ ἡγούμενος φαλάγγαρχος. οἳ δὲ καὶ στρατηγίαν τοῦτο ὀνομάζουσι,
καὶ τὸν ἡγούμενον στρατηγόν. αἱ δὲ δύο φαλαγγαρχίαι διφαλαγγαρχία, δύο ἀνδρῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν καὶ ὀκτακισχιλίων, λόχων δώδεκα καὶ πεντακοσίων. ἔστι δὲ τὸ τάγμα τοῦτο καὶ μέρος καὶ κέρας.
αἱ γάρ τοι δύο διφαλαγγαρχίαι τετραφαλαγγαρχία τε καλεῖται καὶ λόχωνγίγνεται χιλίων καὶ εἴκοσι καὶ τεσσάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα ἐπόντων τεσσάρων,
ὅντινα τὸν πάντα ἀριθμὸν τῇ πεζικῇ τάξει ὑπεθέμεθα, καὶ εἴη ἂν ἐν τούτῳ κέρατα μὲν δύο, φαλαγγαρχίαι δὲ τέσσαρες, μεραρχίαι δὲ ὀκτώ, χιλιαρχίαι δὲ ἑκκαίδεκα, πεντακοσιαρχίαι δὲ δύο καὶ τριάκοντα, συνταγματαρχίαι δὲ τέσσαρες καὶ ἑξήκοντα, ταξιαρχίαι δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, τετραρχίαι δὲ ἓξ καὶ πεντήκοντα καὶ διακόσιαι, διλοχίαι δὲ πεντακόσιαι καὶ δεκαδύο, λόχοι δὲ εἴκοσι καὶ χίλιοι τεσσάρων ἐπόντων.
τάσσεται δὲ ἡ φάλαγξ ἐπὶ μῆκος μὲν ὅπου ἀραιοτέρα, εἰ ἥ τε χώρα παρέχοι καὶ ὠφελιμώτερον εἴη, κατὰ βάθος δὲ ὅπου πυκνοτέρα, εἰ αὐτῇ τῇ πυκνότητι καὶ τῇ ῥύμῃ τοὺς πολεμίους ἐξῶσαι δέοι —
καθάπερ Ἐπαμεινώνδας ἔν τε Λεύκτροις αὐτοὺς Θηβαίους ἔταξε καὶ πρὸς Μαντινείας τοὺς πάντας Βοιωτούς, ὥσπερ ἔμβολον ποιήσας καὶ ἐπάγων τῇ τάξει τῶν Λακεδαιμονίων —, ἢ αὖ εἰ δέοι τοὺς ἐπελαύνοντας ἀποκρούσασθαι, καθάπερ πρὸς τοὺς Σαυρομάτας τε καὶ τοὺς Σκύθας, χρὴ τάσσειν.
καὶ ἔστι πύκνωσις μὲν ἡ ἐκ τοῦ ἀραιοτέρου ἐς τὸ πυκνότερον συναγωγὴ κατὰ παραστάτην τε καὶ ἐπιστάτην, ὅπερ ἔστι κατὰ μῆκός τε καὶ βάθος·
συνασπισμὸς δὲ ἐπὰν ἐς τοσόνδε πυκνώσῃς τὴν φάλαγγα, ὥστε διὰ τὴν συνέχειαν μηδὲ κλίσιν τὴν ἐφʼ ἑκάτερα ἔτʼ ἐγχωρεῖν τὴν τάξιν. καὶ ἀπὸ τοῦδε τοῦ συνασπισμοῦ τὴν χελώνην Ῥωμαῖοι ποιοῦνται, τὸ πολὺ μὲν τετράγωνον, ἔστι δὲ ὅπου καὶ στρογγύλην ἢ ἑτερομήκη ἢ ὅπως ἂν προχωρῇ.
οἱ μὲν ἐν κύκλῳ τοῦ πλινθίου ἢ τοῦ κύκλου ἑστηκότες τοὺς θυρεοὺς προβέβληνται πρὸ σφῶν, οἱ δʼ ἐφεστηκότες αὐτοῖς ὑπὲρ τῶν κεφαλῶν ἄλλος ὑπὲρ ἄλλου ὑπεραιωρήσας προβάλλεται.
καὶ τὸ πᾶν οὕτως ἀκριβῶς φράσσεται, ὥστε καὶ ἀκοντιστὰς ἄνωθεν καθάπερ ἐπὶ στέγης διαθέοντας δέχεσθαι, καὶ λίθου ἁμαξιαίους μὴ διαλύειν τὴν σύγκλεισιν, ἀλλὰ κατακυλιομένους τῇ ῥύμῃ ὑπερπίπτειν ἐς τὸ δάπεδον.
ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ τοὺς λοχαγοὺς τοὺς μεγίστους τε καὶ κρατίστους εἶναι καὶ τῶν κατὰ πόλεμον δαημονεστάτους·
τοῦτο γάρ τοι τὸ ζυγὸν συνέχει τὴν πᾶσαν φάλαγγα, καὶ τὸ ἴσον παρέχεται ἐν ταῖς μάχαις ὅ τι περ τὸ στόμωμα τῷ σιδήρῳ· ὁκοῖον γὰρ ἡ τομὴ τοῦ σιδήρου, ταὐτὸ τοῦτο καὶ ὁ πᾶς σίδηρος ἐργάζεται. ἡ μέν γε τομὴ αὐτῷ κατὰ τὸ στόμωμα γίγνεται, τὸ δὲ ὑπόλοιπον, καὶ εἰ μαλθακὸν τύχοι ὄν, τῷ βάρει ὅμως συνεπερείδει τῷ τέμνοντι· οὕτω καὶ τῆς φάλαγγος στόμωμα μὲν θείη τις ἂν τὸ ἐκ τῶν λοχαγῶν σύνταγμα, ὄγκον δὲ καὶ βάρος τὸ κατόπιν τούτων πλῆθος.
δευτέρους δʼ ἐπὶ τούτοις κατʼ ἀρετὴν χρὴ εἶναι τοὺς τῶν λοχαγῶν ἐπιστάτας· καὶ γὰρ τὸ τούτων δόρυ ἐξικνεῖται ἔστε ἐπὶ τοὺς πολεμίους, καὶ τοὺς ὠθισμοὺς τοῖς προτεταγμένοις σφῶν ἐγγύθεν συνερείδουσιν. ἤδη δέ τις καὶ μαχαίρᾳ τοῦ ἐναντίου ἐφικέσθαι
ἐδυνήθη, ὑπερενεγκὼν ὑπὲρ τὸν ἔμπροσθεν τεταγμένον τὴν πληγήν, καὶ πεσόντος ἡγεμόνος ἢ καὶ τρωθέντος ὡς ἀπόμαχον γενέσθαι, προπηδήσας ὁ πρῶτος ἐπιστάτης ἐς λοχαγοῦ τάξιν τε καὶ ἀξίωσιν κατέστη, καὶ ἀρραγῆ τὴν πᾶσαν φάλαγγα παρέσχετο.
τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλεγομένους τακτέον,
ταύτῃ τοι καὶ ἡ Μακεδονικὴ φάλαγξ φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο. ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα.
καὶ τούτων οἱ μὲν τέσσαρες διὰ τὴν χεῖρά τε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπεγίγνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν σωμάτων ἑκάστου τῶν πρωτοστατῶν.
οἱ δʼ ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες ἐκείνων ποσὶ δυσὶ τὴν σάρισαν αὖ εἶχον προβεβλημένην ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας δέκα,
οἱ δʼ ἐν τῷ τρίτῳ ἔτι καὶ οὗτοι ὑπεραίρουσαν ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας ὀκτώ. καὶ ἔτι οἱ ἐν τῷ τετάρτῳ ἐς ἕξ, καὶ ἔτι οἱ ἐν τῷ πέμπτῳ ἐς2τέσσαρας, οἱ δʼ ἐν τῷ ἕκτῳ ἐς δύο.
καθʼ ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑποβαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ταῖς δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ ἕκτῳ δʼ ἐφεστηκότες εἰ καὶ μὴ αὐταῖς ταῖς σαρίσαις ἀλλὰ τῷ γε βάρει τῶν σωμάτων συνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τ̔??ʼς φάλαγγος οὐ φορητὴν γίγνεσθαι, καὶ τοῖς πρωτοστάταις αὖ ἄπορον τὴν φυγήν.
τοὺς δὲ οὐραγοὺς οὐχ οὕτω τι κατʼ ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμέλεσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν ἔξω τῆς τάξεως. ὅπου τε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν ὁ μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμένους συνάγων, ὃ τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.
τούς γε μὴν ψιλοὺς ἄλλοτε ἄλλῃ τακτέον· ἄλλοτε γὰρ ἄλλῃ ὠφέλιμοι γίγνονται τεταγμένοι, ὅπως ἂν ἢ τὰ τῆς χώρας ἔχῃ, ἵνα ἡ παράταξις γίγνεται, ἢ τῶν πολεμίων ἡ παρασκευή, πρὸς οὕστινας ἀντιτασσόμεθα.
ποτὲ μὲν γὰρ προτετάχθαι δεήσει τῆς φάλαγγος, ἄλλοτε δὲ ἐν τοῖς δεξιοῖς νῦν δὲ ἐν τοῖς εὐωνύμοις τετάχθαι· τὸ πολὺ δὲ καὶ κατόπιν τῶν ὁπλιτῶν ἱστάμενοι ὠφελοῦσιν· ἤδη δὲ καὶ ἐς λόχους καταχωρισθέντων τῶν πεζῶν, λόχοι τῶν ψιλῶν παρενεβλήθησαν ἐναλλάξ.
τὸν δὲ ἀριθμὸν τάξεώς τε ἑκάστης καὶ τὰ ὀνόματα αὐτῆς τε καὶ τῶν ἡγουμένων ἤδη λεκτέον.
πρῶτα μὲν δὴ ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν, εἰ σύμμετροι ἔσονται πρὸς τὸ ἔργον, καὶ τοὺς λόχους αὐτῶν οὐχὶ ἑκκαίδεκα ἀνδρῶν χρὴ εἶναι ἀλλʼ ὀκτώ, ὥστε τοὺς χιλίους καὶ τέσσαρας καὶ εἴκοσι λόχους τὸν ἥμισυν ἀριθμὸν ἐκπιμπλάναι τῆς πεζικῆς φάλαγγος, καὶ εἶναι ἀνδρῶν ὀκτακισχιλίων καὶ ἑκατὸν καὶ δυοῖν ἐπὶ τοῖς ἐνενήκοντα. ὀνόματα δὲ αὐτῶν καὶ τάξεις αἵδε εἰσίν.
οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἀνδρῶν δύο καὶ τριάκοντα· αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν· αἱ δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία ὀκτὼ καὶ εἴκοσιν ἀνδρῶν καὶ ἑκατόν.
καθʼ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τέσσαρες ἔστων, σημειοφόρος καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκήρυξ. αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καλεῖται δὲ τὸ σύνταγμα ψιλαγία· αἱ δὲ δύο ψιλαγίαι ξεναγία, δώδεκα ἀνδρῶν καὶ πεντακοσίων.
αἱ δὲ δύο ξεναγίαι, ἀνδρῶν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, σύστρεμμα καλεῖται. τὰ δὲ δύο συστρέμματα ἐπιξεναγία ὀνομάζεται, ὀκτὼ καὶ τεσσαράκοντα ἀνδρῶν καὶ δισχιλίων· αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἓξ καὶ ἐνενήκοντα ἀνδρῶν καὶ τετρακισχιλίων. τὰ δὲ δὴ δύο στίφη ἐπίταγμα ὀνομάζουσι, λόχων μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, ἀνδρῶν δὲ ὀκτακισχιλίων ἑκατὸν ἐνενήκοντα δυοῖν ἐπόντοιν.
δεῖ δὲ καὶ τούτοις συντετάχθαι ἄνδρας ὀκτὼ ἐπιλέκτους, ὧν τέσσαρες μὲν ἔσονται ἐπιξεναγοί, τέσσαρες δὲ συστρεμμάταρχοι. ὠφέλιμοι δʼ ἐν μάχῃ τοξόται τε καὶ ἀκοντισταὶ
καὶ σφενδονῆται καὶ πάντες ὅσοι ἑκηβόλοις ὅπλοις διαχρῶνται πολλαχῆ·