Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
12.5 τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλεγομένους τακτέον,
12.6 ταύτῃ τοι καὶ ἡ Μακεδονικὴ φάλαγξ φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο. ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα.
12.7 καὶ τούτων οἱ μὲν τέσσαρες διὰ τὴν χεῖρά τε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπεγίγνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν σωμάτων ἑκάστου τῶν πρωτοστατῶν.
12.8 οἱ δʼ ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες ἐκείνων ποσὶ δυσὶ τὴν σάρισαν αὖ εἶχον προβεβλημένην ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας δέκα,
12.9 οἱ δʼ ἐν τῷ τρίτῳ ἔτι καὶ οὗτοι ὑπεραίρουσαν ὑπὲρ τοὺς πρωτοστάτας ἐς πόδας ὀκτώ. καὶ ἔτι οἱ ἐν τῷ τετάρτῳ ἐς ἕξ, καὶ ἔτι οἱ ἐν τῷ πέμπτῳ ἐς2τέσσαρας, οἱ δʼ ἐν τῷ ἕκτῳ ἐς δύο.
12.10 καθʼ ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑποβαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ταῖς δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ ἕκτῳ δʼ ἐφεστηκότες εἰ καὶ μὴ αὐταῖς ταῖς σαρίσαις ἀλλὰ τῷ γε βάρει τῶν σωμάτων συνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τ̔??ʼς φάλαγγος οὐ φορητὴν γίγνεσθαι, καὶ τοῖς πρωτοστάταις αὖ ἄπορον τὴν φυγήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi