Thesauros Edebiyat Tarih Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
10.8 αἱ γάρ τοι δύο διφαλαγγαρχίαι τετραφαλαγγαρχία τε καλεῖται καὶ λόχωνγίγνεται χιλίων καὶ εἴκοσι καὶ τεσσάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα ἐπόντων τεσσάρων,
10.9 ὅντινα τὸν πάντα ἀριθμὸν τῇ πεζικῇ τάξει ὑπεθέμεθα, καὶ εἴη ἂν ἐν τούτῳ κέρατα μὲν δύο, φαλαγγαρχίαι δὲ τέσσαρες, μεραρχίαι δὲ ὀκτώ, χιλιαρχίαι δὲ ἑκκαίδεκα, πεντακοσιαρχίαι δὲ δύο καὶ τριάκοντα, συνταγματαρχίαι δὲ τέσσαρες καὶ ἑξήκοντα, ταξιαρχίαι δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, τετραρχίαι δὲ ἓξ καὶ πεντήκοντα καὶ διακόσιαι, διλοχίαι δὲ πεντακόσιαι καὶ δεκαδύο, λόχοι δὲ εἴκοσι καὶ χίλιοι τεσσάρων ἐπόντων.
11.1 τάσσεται δὲ ἡ φάλαγξ ἐπὶ μῆκος μὲν ὅπου ἀραιοτέρα, εἰ ἥ τε χώρα παρέχοι καὶ ὠφελιμώτερον εἴη, κατὰ βάθος δὲ ὅπου πυκνοτέρα, εἰ αὐτῇ τῇ πυκνότητι καὶ τῇ ῥύμῃ τοὺς πολεμίους ἐξῶσαι δέοι —
11.2 καθάπερ Ἐπαμεινώνδας ἔν τε Λεύκτροις αὐτοὺς Θηβαίους ἔταξε καὶ πρὸς Μαντινείας τοὺς πάντας Βοιωτούς, ὥσπερ ἔμβολον ποιήσας καὶ ἐπάγων τῇ τάξει τῶν Λακεδαιμονίων —, ἢ αὖ εἰ δέοι τοὺς ἐπελαύνοντας ἀποκρούσασθαι, καθάπερ πρὸς τοὺς Σαυρομάτας τε καὶ τοὺς Σκύθας, χρὴ τάσσειν.
11.3 καὶ ἔστι πύκνωσις μὲν ἡ ἐκ τοῦ ἀραιοτέρου ἐς τὸ πυκνότερον συναγωγὴ κατὰ παραστάτην τε καὶ ἐπιστάτην, ὅπερ ἔστι κατὰ μῆκός τε καὶ βάθος·
11.4 συνασπισμὸς δὲ ἐπὰν ἐς τοσόνδε πυκνώσῃς τὴν φάλαγγα, ὥστε διὰ τὴν συνέχειαν μηδὲ κλίσιν τὴν ἐφʼ ἑκάτερα ἔτʼ ἐγχωρεῖν τὴν τάξιν. καὶ ἀπὸ τοῦδε τοῦ συνασπισμοῦ τὴν χελώνην Ῥωμαῖοι ποιοῦνται, τὸ πολὺ μὲν τετράγωνον, ἔστι δὲ ὅπου καὶ στρογγύλην ἢ ἑτερομήκη ἢ ὅπως ἂν προχωρῇ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi