Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
6.1 ἐπειρώμεθα, προϊούσης δὲ τῆς ἡμέρας βορρᾶς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλασσαν καὶ διατρεμῆσαι ἐποίησεν. καὶ ἤλθομεν πρὸ τῆς μεσημβρίας σταδίους πλείους ἢ πεντακοσίους ἐς Ἄψαρον, ἵναπερ αἱ πέντε σπεῖραί εἰσιν ἱδρυμέναι. καὶ τὴν μισθοφορὰν
6.2 τῇ στρατιᾷ ἔδωκα καὶ τὰ ὅπλα εἶδον καὶ τὸ τεῖχος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ τοῦ σίτου τὴν παρασκευὴν τὴν ἐνοῦσαν. ἥντινα δὲ ὑπὲρ αὐτῶν τὴν γνώμην ἔσχον, ἐν τοῖς Ῥωμαϊκοϊς γράμμασιν γέγραπται. ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος ἐκαλεῖτο
6.3 πάλαι ποτέ· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν, καὶ τάφος Ἀψύρτου δείκνυται. ἔπειτα διαφθαρῆναι τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται· ὁπότε
6.4 καὶ τὰ Τύανα τὰ ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι, τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφὶ Ὀρέστην καὶ Πυλάδην διώκων ἄχρι τῆσδε τῆς χώρας ἐλθεῖν φημίζεται καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν. ποταμοὺς δὲ παρημείψαμεν ἐν τῷ παράπλῳ τῷ ἀπὸ
7.1 Τραπεζοῦντος τόν τε Ὕσσον, ὅτου ἐπώνυμος Ὕσσου λιμήν, ὃς ἀπέχει Τραπεζοῦντος σταδίους ὀγδοήκοντα καὶ ἑκατόν, καὶ τὸν Ὄφιν, ὃς ἀπέχει Ὕσσου λιμένος ἐς ἐνενήκοντα σταδίους μάλιστα καὶ ὁρίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. ἔπειτα τὸν Ψυχρὸν καλούμενον
7.2 ποταμὸν διέχοντα ὅσον τριάκοντα σταδίους ἀπὸ τοῦ Ὄφιος. ἔπειτα τὸν Καλὸν ποταμόν· καὶ οὗτος τριάκοντα διέχει ἀπὸ τοῦ Ψυχροῦ. ἐχόμενος δέ ἐστιν ὁ Ῥίζιος ποταμός, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχων ἀπὸ τοῦ Καλοῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi