παραμείψαντες δὲ τὸν Ἀστέλεφον ἐς Σεβαστόπολιν ἥκομεν πρὸ μεσημβρίας, ἀπὸ Χώβου ὁρμηθέντες, σταδίους εἴκοσι καὶ ἑκατὸν τοὺς ἀπὸ Ἀστελέφου, ὡς καὶ τὴν μισθοφορὰν τοῖς στρατιώταις δοῦναι τῆς αὐτῆς ἡμέρας, καὶ τοὺς ἵππους καὶ τὰ ὅπλα ἰδεῖν καὶ τοὺς ἱππέας ἀναπηδῶντας ἐπὶ τοὺς ἵππους καὶ τοὺς κάμνοντας καὶ τὸν σῖτον, καὶ τὸ τεῖχος περιελθεῖν καὶ τὴν τάφρον. στάδιοι ἀπὸ Χώβου
ἐς Σεβαστόπολιν τριάκοντα καὶ ἑξακόσιοι· ἀπὸ Τραπεζοῦντος δὲ ἐς Σεβαστόπολιν ἑξήκοντα καὶ διακόσιοι καὶ δισχίλιοι. ἡ δὲ Σεβαστόπολις πάλαι Διοσκουριὰς ἐκαλεῖτο, ἄποικος Μιλησίων. ἔθνη δὲ παρημείψαμεν τάδε.
Τραπεζουντίοις μέν, καθάπερ καὶ Ξενοφῶν λέγει, Κόλχοι ὅμοροι. καὶ οὓς λέγει τοὺς μαχιμωτάτους καὶ ἐχθροτάτους εἶναι τοῖς Τραπεζουντίοις, ἐκεῖνος μὲν Δρίλας ὀνομάζει, ἐμοὶ δὲ δοκοῦσιν οἱ Σάννοι οὗτοι εἶναι. καὶ γὰρ μαχιμώτατοί εἰσιν ἐς τοῦτο ἔτι καὶ τοῖς Τραπεζουντίοις ἐχθρότατοι, καὶ χωρία ὀχυρὰ οἰκοῦσιν, ἔθνος ἀβασίλευτον καὶ πάλαι
μὲν καὶ φόρου ὑποτελὲς Ῥωμαίοις, ὑπὸ δὲ τοῦ λῃστεύειν οὐκ ἀκριβοῦσιν τὴν ἀποφοράν. ἀλλὰ νῦν γε διδόντος θεοῦ ἀκριβώσουσιν, ἢ ἐξελοῦμεν αὐτούς. τούτων δὲ ἔχονται Μάκρωνες καὶ Ἡνίοχοι· βασιλεὺς δʼ αὐτῶν Ἀγχίαλος. Μακρώνων δὲ καὶ Ἡνιόχων ἐχόμενοι Ζυδρεῖται· Φαρασμάνου οὗτοι ὑπήκοοι. Ζυδρειτῶν δὲ Λαζοί· βασιλεὺς δὲ Λαζῶν Μαλάσσας, ὃς τὴν βασιλείαν παρὰ σοῦ ἔχει. Λαζῶν δὲ Ἀψίλαι ἔχονται· βασιλεὺς
δὲ αὐτῶν Ἰουλιανός· οὗτος, ἐκ τοῦ πατρὸς τοῦ σοῦ τὴν βασιλείαν ἔχει. Ἀψίλαις δὲ ὅμοροι Ἀβασκοί· καὶ Ἀβασκῶν βασιλεὺς Ῥησμάγας· καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔχει. Ἀβασκῶν δὲ ἐχόμενοι Σανίγαι, ἵναπερ καὶ ἡ Σεβαστόπολις ᾤκισται· Σανιγῶν βασιλεὺς Σπαδάγας ἐκ σοῦ τὴν βασιλείαν ἔχει. — μέχρι μὲν δὴ
Άψάρου ὡς πρὸς ἕω ἐπλέομεν ἐν δεξιᾷ τοῦ Εὐξείνου, ὁ δὲ Ἄψαρος πέρας ἐφάνη μοι εἶναι κατὰ μῆκος τοῦ Πόντου· ἔνθεν γὰρ ἤδη πρὸς ἄρκτον ὁ πλοῦς ἡμῖν ἐγίγνετο ἔστε ἐπὶ Χῶβον ποταμόν, καὶ ὑπὲρ τὸν Χῶβον ἐπὶ τὸν Σιγγάμην. ἀπὸ δὲ Σιγγάμου ἐκάμπτομεν ἐς τὴν λαιὰν πλευρὰν τοῦ Πόντου ἔστε ἐπὶ τὸν Ἵππον ποταμόν.
ἀπὸ δὲ τοῦ Ἵππου ὡς ἐπʼ Ἀστέλεφον καὶ Διοσκουριάδα κατείδομεν τὸν Καύκασον τὸ ὄρος, τὸ ὕψος μάλιστα κατὰ τὰς Ἄλπεις τὰς Κελτικάς. καὶ τοῦ Καυκάσου κορυφή τις ἐδείκνυτο — στρόβιλος τῇ κορυφῇ ὄνομα —, ἵναπερ ὁ Προμηθεὺς κρεμασθῆναι ὑπὸ Ἡφαίστου κατὰ πρόσταξιν Διὸς μυθεύεται.
τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζοῦντα πόλιν ὧδε ἔχει. κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερόν, ἐν ᾧ νεώς ἐστι Διὸς Οὐρίου οὕτω προσαγορευομένου. τοῦτο δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τοῖς ἐς τὸν Πόντον πλέουσιν.
ἐσπλεύσαντι δὲ ἐς τὸν Πόντον, ἐν δεξιᾷ δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ ἐχόμενον μέρος τοῦ Βιθυνῶν ἔθνους τὸ πρὸς τὸν Πόντον κείμενον, ὁ περίπλους ὧδε ἔχει. τὸ Ἱερὸν τοὺ Διὸς τοῦ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν. καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθʼ ὅ τι ἐσβάλλει
ἐς τὴν Προποντίδα. ταῦτα μὲν εἰδότι σοι λέγω. ἀπὸ δὲ τοῦ Ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός· σταδίους διέχει τοῦ Ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα. ἔπειτα ἡ Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν.
ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοῖα σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν. ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι
στάδιοι. ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστιν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται. ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος
ναυσὶ σμικραῖς. ἀπὸ Ῥόης ἐς Ἀπολλωνίαν νῆσον σμικράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι. λιμὴν ὑπὸ τῇ νησῖδι. καὶ ἔνθεν ἐς Χηλὰς στάδιοι εἴκοσιν. ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος ποταμὸς ἐσβάλλει ἐς τὸν Πόντον. ἐνθένδε ἐς τοῦ Ὑπίου
τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν. ἐς δὲ Λίλλιον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ τοῦ Λιλλίου ἐς Ἐλαῖον ἑξήκοντα. ἐνθένδε ἐς Κάλητα, ἄλλο ἐμπόριον, εἴκοσι καὶ ἑκατόν. ἀπὸ Κάλητος
ἐς Λύκον ποταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου ἐς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν. ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν, ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν τὸ Μητρῷον καλούμενον στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς τὸ Ποσείδειον τεσσαράκοντα,
καὶ ἔνθεν ἐς Τυνδαρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἐνθένδε ἐπὶ τὸ Νυμφαῖον. καὶ ἀπὸ τοῦ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν ποταμὸν τριάκοντα. καὶ ἀπὸ Ὀξίνα ἐς Σανδαράκην ἐνενήκοντα. Σανδαράκη ὅρμος ναυσὶ σμικραῖς. ἐνθένδε ἐς Κρηνίδας ἑξήκοντα.
καὶ ἀπὸ Κρηνίδων ἐς Ψύλλαν ἐμπόριον τριάκοντα. ἐνθένδε ἐς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικήν, ἐπὶ θαλάσσῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, ἐνενήκοντα. ἀπὸ δὲ Τίου ἐς Βιλλαῖον ποταμὸν στάδιοι εἴκοσιν. ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον ποταμὸν στάδιοι ἑκατόν. μέχρι τοῦδε Θρᾷκες οἱ Βιθυνοὶ νέμονται, ὧν καὶ Ξενοφῶν
ἐν τῇ συγγραφῇ μνήμην ἐποιήσατο ὅτι μαχιμώτατοι εἶεν τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τῶν Ἑλλήνων ὅτι ἐν τῇδε τῇ χώρᾳ ἔπαθεν, ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἀρκάδες ἀπό τε τῆς Χειρισόφου καὶ τῆς Ξενοφῶντος μερίδος.
τὰ δὲ ἀπὸ τοῦδε ἤδη Παφλαγονία. ἀπὸ Παρθενίου ἐς Ἄμαστριν πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα· ὅρμος ναυσίν. ἐνθένδε ἐς Ἐρυθίνους ἑξήκοντα. καὶ ἀπὸ
Ἐρυθίνων ἐς Κρῶμναν ἄλλοι ἐξήκοντα. ἐνθένδε ἐς Κύτωρον ἐνενήκοντα. ὅρμος ναυσὶν ἐν Κυτώρῳ. καὶ ἀπὸ Κυτώρου ἐς Αἰγιαλοὺς ἑξήκοντα. ἐς δὲ Θύμηνα ἐνενήκοντα. καὶ ἐς Κάραμβιν εἴκοσι καὶ ἑκατόν.
ἐνθένδε ἐς Ζεφύριον ἑξήκοντα. ἀπὸ δὲ Ζεφυρίου ἐς Ἀβώνου τεῖχος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δʼ ἂν ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν κατάσχοι. ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγινήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κίνωλιν ἐμπόριον ἄλλοι ἑξήκοντα. καὶ ἐν Κινώλι σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους. ἀπὸ δὲ Κινώλιος ἐς Σιεφάνην
ὀγδοήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν ἀσφαλής. ἀπὸ δὲ Στεφάνης ἐς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν. ἀπὸ δὲ Λεπτῆς ἄκρας ἐς Ἁρμένην ἑξήκοντα· λιμὴν αὐτόθι. καὶ
Ξενοφῶν τῆς Ἁρμένης ἐμνημόνευσεν. καὶ ἔνθεν ἐς Σινώπην στάδιοι τεσσαράκοντα· Σινωπῆς Μιλησίων ἄποικοι. ἀπὸ δὲ Σινώπης ἐς Κάρουσαν πεντήκοντα καὶ ἑκατόν· σάλος ναυσίν. ἐνθένδε ἐς Ζάγωρα ἄλλοι αὖ πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὸν Ἅλυν ποταμὸν τριακόσιοι.
οὗτος ὁ ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροἵ??ʼου βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥωμαίων ἐπικρατείᾳ ῥεῖ, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλʼ ἀπὸ ἀνίσχοντος ἡλίου. καθʼ ὅ τι δὲ ἐσβάλλει ἐς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα.
ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα, ἵναπερ καὶ λίμνη ἐστίν. ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. ἀπὸ σὲ Κωνωπίου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε ἐς Ἀμισὸν
ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεῖται. ἀπὸ δὲ Ἀμισοῦ ἐς Ἀγκῶνα λιμένα, ἵναπερ καὶ ὁ Ἶρις ἐσβάλλει ἐς τὸν Πόντον, στάδιοι ἐξήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ τοῦ Ἴριος τῶν ἐκβολῶν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα. οὗτος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται. ἀπὸ δὲ Θερμώδοντος ἐς Βῆριν ποταμὸν στάδιοι ἐνενήκοντα.
ἐνθένδε ἐς Θόαριν ποταμὸν ἐξήκοντα. ἀπὸδὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγαμοῦντα ποταμὸν τεσσαράκοντα. ἐνθένδε ἐς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Πολεμώνιον
πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου ἐς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. ἀπὸ
δὲ Κιλίκων νήσου ἐς Βοῶνα πέντε καὶ ἑβδομήκοντα. ἐν Βοῶνι ὅρμος ναυσίν. ἐνθένδε ἐς Κοτύωρα ἐνενήκοντα. ταύτης ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσεν, καὶ λέγει Σινωπέων ἄποικον εἶναι· νῦν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα. ἐνδένδε ἐς Φαρματηνὸν ἄλλον ποταμὸν πεντήκοντα καὶ ἑκατὸν. καὶ ἔνθεν ἐς Φαρνακίαν εἴκοσι καὶ ἑκατόν. αὕτη ἡ Φαρνακία πάλαι
Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. ἐνθένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα. καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. ἀπὸ δὲ Ζεφυρίου ἐς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τῶν Ἀργυρίων ἐς
Φιλοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν. ἀπὸ δὲ Κοράλλων ἐς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ἱεροῦ ὄρους ἐς Κορδύλην τεσσαράκοντα·
ὅρμος ναυσίν. ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δεῦρο ὅρμος. ἀπὸ δὲ Ἑρμωνάσσης ἐς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. ἐνταῦθα σὺ ποιεῖς λιμένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὅρμος ᾖν.
τὰ δὲ ἀπὸ Τραπεζοῦντος διαστήματα μέχρι Διοσκουριάδος προείρηται διὰ τῶν ποταμῶν ἀναμετρηθέντα. ἀθροίζονται δὲ ἀπὸ Τραπεζοῦντος ἐς Διοσκουριάδα, τὴν νῦν Σεβαστόπολιν καλουμένην, στάδιοι δισχίλιοι διακόσιοι ἑξήκοντα.
τάδε μὲν τὰ ἀπὸ Βυζαντίου πλεόντων ἐν δεξιᾶ ὡς ἐπὶ Διοσκουριάδα, ἐς ὅπερ στρατόπεδον τελευτᾷ Ῥωμαίοις ἡ ἐπικράτεια ἐν δεξιᾷ ἐσπλεόντων
ἐς τὸν Πόντον. ἐπεὶ δὲ ἐπυθόμην Κότυν τετελευτηκέναι, τὸν βασιλέα τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου ἐπιμελὲς ἐποιησάμην καὶ τὸν μέχρι τοῦ Βοσπόρου πλοῦν δηλῶσαί σοι, ὡς, εἴ τι βουλεύοιο περὶ τοῦ Βοσπόρου, ὑπάρχει σοι καὶ τόνδε τὸν πλοῦν μὴ ἀγνοοῦντι βουλεύεσθαι.
ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος πρῶτος ἂν εἴη ὅρμος ἐν Πιτυοῦντι· στάδιοι τριακόσιοι πεντήκοντα. ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὗ μνήμην ποιεῖται
ὁ λογοποιὸς Ἡρόδοτος, καὶ λέγει τούτους εἶναι τοὺς φθειροτρωκτέοντας, καὶ ἐς τοῦτο ἔτι ἡ δόξα ἡ αὐτὴ ὑπὲρ αὐτῶν κατέχει. ἐκ δὲ Νιτικῆς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα. ὁ δὲ Βόργυς τοῦ Ἀβάσκου διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ ὁ Νῆσις τοῦ Βόργυος, ἵναπερ καὶ Ἡράκλεια ἄκρα ἀνέχει, σταδίους ἑξήκοντα. ἀπὸ δὲ Νήσιος ἐς Μασαϊτικὴν στάδιοι ἐνενήκοντα.
ἐνθένδε ἐς Ἀχαιοῦντα στάδιοι ἑξήκοντα, ὅσπερ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας. Ζιλχῶν βασιλεὺς Σταχέμφαξ· καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔσχεν. ἀπὸ Ἀχαιοῦντος ἐς Ἡράκλειαν ἄκραν πεντήκοντα καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρᾳσκίου καὶ βορρᾶ, ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς τὴν καλουμένην Παλαιὰν Λαζικὴν
εἴκοσι καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς τὴν Παλαιὰν Ἀχαΐαν πεντήκοντα καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι. ἀπὸ δὲ Παγρῶν λιμένος ἐς Ἱερὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Σινδικὴν τριακόσιοι. ἀπὸ σὲ Σινδικῆς ἐς Βόσπορον τὸν Κιμμέριον καλούμενον
καὶ πόλιν τοῦ Βοσπόρου Παντικάπαιον τεσσαράκοντα καὶ πεντακόσιοι. ἐνθένδε ἐπὶ Τάναϊν ποταμὸν ἑξήκοντα, ὃς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην. καὶ ὁρμᾶται μὲν ἀπὸ λίμνης τῆς Μαιώτιδος, ἐσβάλλει δὲ ἐς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου. καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον