Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
16.4 Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. ἐνθένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα. καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. ἀπὸ δὲ Ζεφυρίου ἐς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τῶν Ἀργυρίων ἐς
16.5 Φιλοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν. ἀπὸ δὲ Κοράλλων ἐς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ἱεροῦ ὄρους ἐς Κορδύλην τεσσαράκοντα·
16.6 ὅρμος ναυσίν. ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δεῦρο ὅρμος. ἀπὸ δὲ Ἑρμωνάσσης ἐς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. ἐνταῦθα σὺ ποιεῖς λιμένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὅρμος ᾖν.
17.1 τὰ δὲ ἀπὸ Τραπεζοῦντος διαστήματα μέχρι Διοσκουριάδος προείρηται διὰ τῶν ποταμῶν ἀναμετρηθέντα. ἀθροίζονται δὲ ἀπὸ Τραπεζοῦντος ἐς Διοσκουριάδα, τὴν νῦν Σεβαστόπολιν καλουμένην, στάδιοι δισχίλιοι διακόσιοι ἑξήκοντα.
17.2 τάδε μὲν τὰ ἀπὸ Βυζαντίου πλεόντων ἐν δεξιᾶ ὡς ἐπὶ Διοσκουριάδα, ἐς ὅπερ στρατόπεδον τελευτᾷ Ῥωμαίοις ἡ ἐπικράτεια ἐν δεξιᾷ ἐσπλεόντων
17.3 ἐς τὸν Πόντον. ἐπεὶ δὲ ἐπυθόμην Κότυν τετελευτηκέναι, τὸν βασιλέα τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου ἐπιμελὲς ἐποιησάμην καὶ τὸν μέχρι τοῦ Βοσπόρου πλοῦν δηλῶσαί σοι, ὡς, εἴ τι βουλεύοιο περὶ τοῦ Βοσπόρου, ὑπάρχει σοι καὶ τόνδε τὸν πλοῦν μὴ ἀγνοοῦντι βουλεύεσθαι.
18.1 ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος πρῶτος ἂν εἴη ὅρμος ἐν Πιτυοῦντι· στάδιοι τριακόσιοι πεντήκοντα. ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὗ μνήμην ποιεῖται

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi