Thesauros Edebiyat Tarih Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
 
Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανὸς χαίρειν.
 
ἐς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάσσῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμενοι κατείδομεν ὅθενπερ καὶ Ξενοφῶν καὶ σύ.
 
καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα δὴ ὑπὸ βαρβάρων γραφέν. ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι εὐσήμοις τοῖς γράμμασιν.
 
ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σὸς τὸ μὲν σχῆμα ἐπιτηδείως — ἀποδείκνυσιν γὰρ τὴν θάλασσαν —, τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως καλός·
 
ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτηδειότατον ἐς μνήμην αἰώνιον.
 
πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαύλως· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα· τηλικοῦτον γάρ μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον. καὶ ἄλλο τοῦ Φιλησίου τετράπουν·
 
οὐ γὰρ ἀπὸ τρόπου δοκεῖ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῷ προπάτορι. καὶ ὃ μέν τις τῷ Ἑρμῇ, ὃ δὲ τῷ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοῖν θύσει παριών. χαριοῦνται δὲ καὶ οὗτοι κἀκεῖνοι τῷ τε Ἑρμῇ καὶ τῷ Φιλησίῳ· τῷ μέν Ἑρμῇ, ὅτι τὸν ἔγγονον αὐτοῦ τιμῶσιν, τῷ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτοῦ προπάτορα. ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ
 
ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφʼ ἁμάξης βοῦν λαβὼν διʼ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές. καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν. ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν
 
σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες ἃν εὔξαιντο τἀγαθὰ κἂν ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πεπόνθασιν.
 
ἔκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ ἐς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· ἡ γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ἐς διακονίαν ἔχει. ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν. ἐνθένδε ἐπλέομεν, τὰ
 
μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι· ψυχραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις. εἶτα γαλήνη ἐπέλαβεν, ὥστε τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα. ἔπειτα
 
δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατʼ εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκριβῶς ἐναντίον, ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμᾶς· κοίλην μὲν γὰρ διʼ ὀλίγου τὴν θάλασσαν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεσρεῖν ἡμῖν ἑκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν,
 
ʽκαὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δʼ ἐπεσρέει.ʼ ἀλλʼ οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον. ταύτῃ καὶ ἠνύτομεν μόλις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν ἐς τὰς Ἀθήνας.
 
ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῷ Εὐξείνῳ χωρίον οὕτω καλούμενον, καί τι καὶ Ἀθηνᾶς ἱερόν ἐστιν αὐτόθι Ἑλληνικόν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τοῦτο τῷ χωρίῳ. καὶ φρούριόν τι ἐστὶν ἠμελημένον.
 
ὁ δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὖ τοῦ εὔρου· σῴζοιτο δʼ ἂν καὶ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλʼ οὐ τοῦ γε ἀπαρκτίου οὐδὲ τοῦ θρᾳσκίου μὲν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου.
 
ἐς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατεῖχον, καὶ πνεῦμα οὐ τὸ αὐτὸ ἔτι, ἀλλʼ ἐς νότον μεθειστήκει, καὶ διʼ ὀλίγου ἀπὸ τοῦ νότου ἐς λίβα ἄνεμον, καὶ ταῖς ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὅρμος ἦν.
 
πρὶν οὖν παντάπασιν ἀγριωθῆναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθῆναι δέξασθαι ἐδύναντο, ταύτας αὐτοῦ ἐνεωλκήσαμεν, πλὴν τῆς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορμοῦσα ἀσφαλῶς ἐσάλευεν.
 
τὰς δὲ πολλὰς ἐδόκει πέμπειν ἐς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας. καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθεῖς διαγενέσθαι πάσας πλὴν μιᾶς, ἥντινα ἐν τῷ ὁρμίζεσθαι πρὸ τοῦ καιροῦ ἐπιστρέψασαν πλαγίαν ὑπολαβὸν τὸ κῦμα ἐξήνεγκεν ἐς τὴν ᾐόνα καὶ συνέτριψεν.
 
ἀπεσώθη μέντοι πάντα, οὐ τὰ ἱστία μόνον καὶ τὰ σκεύη τὰ ναυτικὰ καὶ οἱ ἄνθρωποι, ἀλλὰ καὶ οἱ ἧλοι, καὶ ὁ κηρὸς ἀπεξύσθη, ὡς μηδενὸς ἄλλου ἢ ξύλων δεῖσθαι ναυπηγησίμων ἐς τὴν κατασκευήν, ὧν παμπόλλη, χειμὼν ἐπὶ δύο ἡμέρας κατεῖχεν, καὶ ἦν ἀνάγκη μένειν· ἐχρῆν γὰρ ἄρα μηδὲ τὰς ἐν τῷ Πόντῳ Ἀθήνας παραπλεῦσαι ἡμᾶς ὥσπερ τινὰ ὅρμον ἔρημον καὶ ἀνώνυμον. ἐνθένδε ἄραντες ὑπὸ μὲν τὴν ἕω πλαγίου τοῦ κλύδωνος
 
ἐπειρώμεθα, προϊούσης δὲ τῆς ἡμέρας βορρᾶς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλασσαν καὶ διατρεμῆσαι ἐποίησεν. καὶ ἤλθομεν πρὸ τῆς μεσημβρίας σταδίους πλείους ἢ πεντακοσίους ἐς Ἄψαρον, ἵναπερ αἱ πέντε σπεῖραί εἰσιν ἱδρυμέναι. καὶ τὴν μισθοφορὰν
 
τῇ στρατιᾷ ἔδωκα καὶ τὰ ὅπλα εἶδον καὶ τὸ τεῖχος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ τοῦ σίτου τὴν παρασκευὴν τὴν ἐνοῦσαν. ἥντινα δὲ ὑπὲρ αὐτῶν τὴν γνώμην ἔσχον, ἐν τοῖς Ῥωμαϊκοϊς γράμμασιν γέγραπται. ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος ἐκαλεῖτο
 
πάλαι ποτέ· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν, καὶ τάφος Ἀψύρτου δείκνυται. ἔπειτα διαφθαρῆναι τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται· ὁπότε
 
καὶ τὰ Τύανα τὰ ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι, τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφὶ Ὀρέστην καὶ Πυλάδην διώκων ἄχρι τῆσδε τῆς χώρας ἐλθεῖν φημίζεται καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν. ποταμοὺς δὲ παρημείψαμεν ἐν τῷ παράπλῳ τῷ ἀπὸ
 
Τραπεζοῦντος τόν τε Ὕσσον, ὅτου ἐπώνυμος Ὕσσου λιμήν, ὃς ἀπέχει Τραπεζοῦντος σταδίους ὀγδοήκοντα καὶ ἑκατόν, καὶ τὸν Ὄφιν, ὃς ἀπέχει Ὕσσου λιμένος ἐς ἐνενήκοντα σταδίους μάλιστα καὶ ὁρίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. ἔπειτα τὸν Ψυχρὸν καλούμενον
 
ποταμὸν διέχοντα ὅσον τριάκοντα σταδίους ἀπὸ τοῦ Ὄφιος. ἔπειτα τὸν Καλὸν ποταμόν· καὶ οὗτος τριάκοντα διέχει ἀπὸ τοῦ Ψυχροῦ. ἐχόμενος δέ ἐστιν ὁ Ῥίζιος ποταμός, ἑκατὸν καὶ εἴκοσι σταδίους διέχων ἀπὸ τοῦ Καλοῦ.
 
καὶ ἀπὸ τούτου τριάκοντα Ἄσκουρος ἄλλος ποταμός, καὶ Ἀδιηνός τις ἀπὸ τοῦ Ἀσκούρου ἑξήκοντα· ἐνθένδε ἐς Ἀθήνας ὀγδοήκοντα καὶ ἑκατόν. ταῖς δὲ Ἀθήναις Ζάγατις ποταμὸς ἑπτὰ μάλιστα σταδίους ἀπʼ αὐτῶν διέχων πρόσκειται. ἀπὸ δὲ τῶν Ἀθηνῶν ὁρμηθέντες τὸν Πρύτανιν παρημείψαμεν, ἵναπερ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν. καὶ οὗτος ἀπέχει τεσσαράκοντα σταδίους ἀπὸ τῶν Ἀθηνῶν.
 
τοῦ Πρυτάνεως δὲ ἔχεται ὁ Πυξίτης ποταμός· στάδιοι ἐνενήκοντα ἐν μέσῳ ἀμφοῖν. καὶ ἀπὸ τοῦ Πυξίτου ἐς Ἄρχαβιν ἄλλοι ἐνενήκοντα, ἀπὸ δὲ Ἀρχάβιος ἐς Ἄψαρον ἑξήκοντα. ἀπὸ δὲ Ἀψάρου ἄραντες τὸν Ἄκαμψιν παρημείψαμεν νύκτωρ, ἐς πεντεκαίδεκα σταδίους ἀπέχοντα τοῦ Ἀψάρου.
 
ὁ δὲ Βαθὺς ποταμὸς ἑβδομήκοντα καὶ πέντε ἀπέχει τούτου, καὶ ὁ Ἀκινάσης ἀπὸ τοῦ Βαθέος ἐνενήκοντα, ἐνενήκοντα δὲ καὶ ἀπὸ Ἀκινάσου ὁ Ἶσις. ναυσίποροι δέ εἰσιν ὅ τε Ἄκαμψις καὶ ὁ Ἶσις, καὶ αὔρας τὰς ἑωθινὰς ἰσχυρὰς ἐκπέμπουσιν. ἀπὸ δὲ Ἴσιος τὸν Μῶγρον παρημείψαμεν. ἐνενήκοντα στάδιοι μεταξὺ τοῦ Μώγρου εἰσὶν καὶ τοῦ Ἴσιος. καὶ οὗτος ναυσίπορος.
 
ἐνθένδε ἐς τὸν Φᾶσιν ἐσεπλεύσαμεν ἐνενήκοντα τοῦ Μώγρου διέχοντα, ποταμῶν ὧν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χρόαν μάλιστα ἐξηλλαγμένον.
 
τὴν μὲν γὰρ κουφότητα τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις , καὶ πρὸ τούτου, ὅτι ἐπιπλεῖ τῇ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῷ Πηνειῷ τὸν Τιταρήσιον λέγει ἐπιρρεῖν Ὅμηρος ʽκαθύπερθεν ἠύτʼ ἔλαιονʼ.
 
καὶ ἦν κατὰ μὲν τοῦ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσασθαι, εἰ δὲ ἐς βάθος τις καθῆκεν τὴν κάλπιν, ἁλμυρόν. καίτοι ὁ πᾶς Πόντος πολύ τι γλυκυτέρου τοῦ ὑδατός ἐστιν ἤπερ ἡ ἔξω θάλασσα· καὶ τούτου τὸ αἴτιον οἱ ποταμοί εἰσιν, οὔτε πλῆθος οὔτε μέγεθος σταθμητοὶ ὄντες. τεκμήριον δὲ τῆς γλυκύτητος
 
εἰ τεκμηρίων δεῖ ἐπὶ τοῖς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσοικοῦντες τῇ θαλάσσῃ ἐπὶ τὴν θάλασσαν κατάγουσιν καὶ ἀπʼ αὐτῆς ποτίζουσιν· τὰ δὲ πίνοντά τε ἡδέως ὁρᾶται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοῖς τοῦτο τὸ ποτόν ἐστιν τοῦ γλυκέος μᾶλλον, ἡ δὲ χρόα τῷ Φάσιδι οἵα ἀπὸ μολίβδου ἢ κασσιτέρου
 
βεβαμμένου τοῦ ὕδατος· καταστὰν δὲ καθαρώτατον γίγνεται. οὐ τοίνυν νενόμισται ἐσκομίσαι ὕδωρ ἐς τὸν Φᾶσιν τοὺς ἐσπλέοντας, ἀλλʼ ἐπειδὰν ἐσβάλωσιν ἤδη ἐς τὸν ῥοῦν, παραγγέλλεται πᾶν ἐκχέαι τὸ ἐνὸν ὕδωρ ἐν ταῖς ναυσίν· εἰ δὲ μή, λόγος κατέχει ὅτι οἱ τούτου ἀμελήσαντες οὐκ εὐπλοοῦσιν. τὸ δὲ ὕδωρ τοῦ Φάσιδος οὐ σήπεται, ἀλλὰ μένει ἀκραιφνὲς καὶ ὑπὲρ δέκατον ἔτος, πλήν γε δὴ ὅτι τὸ γλυκύτερον μεταβάλλει. ἐσβαλλόντων δὲ ἐς τὸν Φᾶσιν ἐν ἀριστερᾷ ἵδρυται
 
ἡ Φασιανὴ θεός. εἴη δʼ ἂν ἀπό γε τοῦ σχήματος τεκμαιρομένῳ ἡ Ῥέα· καὶ γὰρ κύμβαλον μετὰ χεῖρας ἔχει καὶ λέοντας ὑπὸ τῷ θρόνῳ, καὶ κάθηται ὥσπερ ἐν τῷ Μητρῴῳ Ἀθήνησιν ἡ τοῦ Φειδίου. ἐνταῦθα καὶ ἡ
 
ἄγκυρα δείκνυται τῆς Ἀργοῦς. καὶ ἡ μὲν σιδηρᾶ οὐκ ἔδοξέ μοι εἶναι παλαιά — καίτοι τὸ μέγεθος οὐ κατὰ τὰς νῦν ἀγκύρας ἐστίν, καὶ τὸ σχῆμα ἀμηγέπη ἐξηλλαγμένη —, ἀλλὰ νεωτέρα μοι ἐφάνη εἶναι τοῦ χρόνου. λιθίνης δέ τινος ἄλλης θραύσματα ἐδείκνυτο παλαιά, ὡς ταῦτα μᾶλλον εἰκάσαι ἐκεῖνα εἶναι τὰ λείψανα τῆς ἀγκύρας τῆς Ἀργοῦς. ἄλλο δὲ οὐδὲν ὑπόμνημα ἦν ἐνταῦθα τῶν μύθων τῶν ἀμφὶ τὸν Ἰάσονα. τὸ μέντοι φρούριον
 
αὐτό, ἵναπερ κάθηνται τετρακόσιοι στρατιῶται ἐπίλεκτοι, τῇ τε φύσει τοῦ χώρου ὀχυρώτατον εἶναί μοι ἔδοξεν, καὶ ἐν ἐπιτηδειοτάτῳ κεῖσθαι πρὸς ἀσφάλειαν τῶν ταύτῃ πλεόντων. καὶ τάφρος διπλῆ περιβέβληται τῷ τείχει, εὐρεῖα ἑκατέρα.
 
πάλαι μὲν οὖν γήινον τὸ τεῖχος ἦν, καὶ πύργοι ξύλινοι ἐφειστήκεσαν· νῦν δὲ ἐκ πλίνθου ὀπτῆς πεποίηται καὶ αὐτὸ καὶ οἱ πύργοι· καὶ τεθεμελίωται ἀσφαλῶς, καὶ μηχαναὶ ἐφεστᾶσιν, καὶ ἑνὶ λόγῳ, πᾶσιν ἐξήρτυται πρὸς τὸ μηδὲ πελάσαι ἂν τινα αὐτῷ τῶν βαρβάρων, μήτι γε δὴ ἐς κίνδυνον καταστῆσαι πολιορκίας τοὺς ἐν αὐτῷ φρουροῦντας.
 
ἐπειδὴ δὲ καὶ τὸν ὅρμον ἐχρῆν ἀσφαλῆ εἶναι ταῖς ναυσὶ καὶ ὅσα ἔξω τοῦ φρουρίου κατῳκεῖτο ὑπό τε τῶν πεπαυμένων τῆς στρατιᾶς καί τινων καὶ ἄλλων ἐμπορικῶν ἀνθρώπων, ἔδοξέ μοι ἀπὸ τῆς διπλῆς τάφρου, ἣ περιβέβληται τῷ τείχει, ἄλλην τάφρον ἐμβαλεῖν ὡς ἐπὶ .τὸν ποταμόν, ἣ τό τε ναύσταθμον περιέξει καὶ τὰς ἔξω τοῦ τείχους οἰκίας.
 
ἀπὸ δὲ τοῦ Φάσιδος Χαρίεντα ποταμὸν παρημείψαμεν ναυσίπορον· στάδιοι μεταξὺ ἀμφοῖν ἐνενήκοντα. καὶ ἀπὸ τοῦ Χαρίεντος ἐς Χῶβον ποταμὸν ἐσεπλεύσαμεν ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν. ὧν δὲ ἕνεκα, καὶ ὅσα ἐνταῦθα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥωμαϊκὰ
 
γράμματα. ἀπὸ δὲ τοῦ Χώβου Σιγγάμην ποταμὸν παρημείψαμεν ναυσίπορον· διέχει δὲ τοῦ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα. ἔχεται δὲ τοῦ Σιγγάμου Ταρσούρας ποταμός· στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοῖν. ὁ δὲ Ἵππος ποταμὸς τοῦ Ταρσούρου πεντήκοντα σταδίους καὶ ἑκατὸν διέχει, καὶ τοῦ Ἵππου ὁ Ἀστέλεφος τριάκοντα.
1 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi