Thesauros Edebiyat Tarih Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
 
ἀγαθὸν δὲ ἐπὶ τούτῳ καὶ καλινδεῖσθαι τὴν κύνα, καθάπερ τοὺς ἵππους ὁρῶμεν· δῆλον γὰρ ὅτι μὴ ἀπηγόρευσεν ὑπὸ τοῦ δρόμου, καὶ ἅμα τὸν κάματον παύει αὐτῶν.
 
θηρῶσιν δὲ Κελτοί, ὅσοι μὲν πλουτοῦσιν αὐτῶν καὶ τρυφῶσιν, ἕωθεν ἐκπέμποντες ἐς τὰ χωρία τὰ ὕποπτα τοὺς κατοπτεύσοντας, ὅπου τυγχάνει ἀναπαυόμενος λαγώς· καὶ ἔστιν ὁ ἀγγέλλων, εἰ τύχοι ὀφθείς, ἢ ὁπόσοι ἂν τύχωσιν,
 
ἔπειτα ἀφικόμενοι μεθιᾶσιν τὰς κύνας, ἐξεγείραντες τὸ θηρίον, αὐτοὶ δὲ ἐφʼ ἵππων ἕπονται.
 
ὅσοις δὲ οὐκ εἰσιν οἱ κατοπτεύσοντες, οἵ μὲν αὐτῶν πλείους συνθήρους συναγαγόντες ἐξίασιν ἐφʼ ἵππων, καὶ τὰ ὕποπτα ἐπερχόμενοι, ὅπου ἂν τύχῃ ἐξεγερθεὶς λαγώς, μεθιᾶσιν τὰς κύνας· ὅσοι δέ τι μᾶλλον αὐτουργοί εἰσιν κυνηγεσίων, πεζοὶ ἐξίασιν, εἷς δέ τις αὐτοῖς ἐφʼ ἵππου ἐφομαρτεῖ, καὶ οὗτος διώκειν τέτακται ἅμα ταῖς κυσίν.
 
ἐκπεριίασιν δὲ ἐπὶ μετώπου ταχθέντες· ἔπειτα ἐπʼ εὐθείας προελθόντες, ὅσον σύμμετρον διανῦσαι, ἐπιστρέψαντες αὖ ἀνακάμπτουσιν παρὰ τὰ αὐτὰ διὰ τῶν αὐτῶν, μηδὲν ἐς δύναμιν παραλείποντες τῶν ὑπόπτων.
 
χρὴ δὲ εἰ πλείους κύνας ἐπαγάγοιντο, μὴ εἰκῇ τεταγμένους ἰέναι· εἰ γάρ τοι ἐξεγερθείη τῆς εὐνῆς λαγώς, οὐκ ἔστιν ὅστις ἂν ἀπόσχοιτο μὴ οὐκ ἐφεῖναι τὴν ἑαυτοῦ κύνα, ὃ μὲν ἐπιθυμίᾳ τοῦ θέουσαν ἰδεῖν τὴν αὑτοῦ ἕκαστος, ὃ δέ τις ἐκπλαγεὶς πρὸς τὴν βοὴν καὶ ἔκφρων γενόμενος· ἁλίσκοιτό τε ἂν ἄνευ ἀγῶνος λαγὼς ὑπὸ θορυβούντων κυνῶν, καὶ τοῦ θεάματος ὅ τι περ ὄφελος ἀπολλύοιτο.
 
ἀλλʼ ἄρχοντα χρὴ ἐπιτετάχθαι τῇ θήρᾳ, καὶ οὗτος συνδυαζέτω τὰς κύνας, καὶ ταττέτω ὡς εἰ μὲν ταύτῃ πηδήσειεν, σὺ καὶ σὺ ἐπιλύειν, ἄλλος δὲ μὴ λυέτω· εἰ δὲ ταύτῃ, αὖ σὺ καὶ σύ. οἳ δὲ ἐμπεδούντων τὸ ταχθέν.
 
θηρῶσιν δὲ Κελτοὶ καὶ ἀναμιγνύοντες τοῖς ἰχνευταῖς κυσὶν τὰς ὠκείας. καὶ οἳ μὲν μαστεύουσιν, αὐτοὶ δὲ διίστανται, μετὰ χεῖρας ἔχοντες τὰς κύνας τὰς ἀγαθάς, οἷπερ μάλιστα εἰκὸς τὸν λαγῶ ἀπευθῦναι τὸν δρόμον, ὥστε ἐφιέναι τῶν κυνῶν ὅπως ἄν τῳ προχωρῇ.
 
καὶ εἰσὶν αἱ κύνες αὗται ὅ τι περ αἱ ἄρκυς τῷ Ξενοφῶντι ἐκείνῳ. ἀλλʼ ἄτακτοί τε οὕτω γίγνονται οἱ δρόμοι καὶ ὁ λαγώς, εἰ καὶ πάνυ ἀγαθὸς ὢν τύχοι, τὰ πολὺ ὑπὸ τῆς κλαγγῆς τῶν κυνῶν ἐκπλήσσεται, καὶ εἰ μὴ πρὸ πολλοῦ τύχοι προπηδήσας, ὡς καταστῆναι αὐτῷ τὴν γνώμην, ἁλίσκεται εὐμαρῶς, ἔκφρων γενόμενος.
 
χρὴ οὗν ὅστις ἐπιλύει κύνα ἀγαθήν, μὴ ἐφεῖναι ἔτι θορυβουμένῳ, ἀλλʼ ἐάσαντα ἐξελιχθῆναι τοὺς ἑλιγμοὺς τοὺς πρώτους, οὕτω μεθεῖναι τὴν κύνα, εἰ μὴ διαφθεῖραι ἐθέλει τὴν θέαν.
 
νεογνῷ δὲ ἐπιλύειν μὴ θέμις ἔστω, ἀλλὰ χρὴ πειθομένους τῷ ἐμῷ ὁμωνύμῳ ἀφιέναι τούτους
 
τῇ θεῷ. ὥστε καὶ τὰς ἰχνευούσας πειρατέον ἀνακαλεῖν. κακαὶ δὲ ἀνακληθῆναι αὗται καὶ δυσπειθεῖς ὑπὸ λιμοῦ, δειναὶ δὲ καὶ καταφαγεῖν τὸν ἁλόντα· ὥστε μόλις ἂν ξύλῳ παίων ἀπαλλάξειας αὐτάς.
 
χρὴ δὲ ἔλαφον ἤ τι ἄλλο ἐς μέγεθος προῆκον τοσόνδε τόνδε τὸν τρόπον θηρᾶν, ἐφιέντα τὰς κύνας τὰς γενναίας· μέγα τε γὰρ τὸ θηρίον καὶ δεῖ ἐπὶ πολύ, καὶ διαγωνίσασθαι οὐκ ἀσφαλές. καὶ ὁ κίνδυνος οὐ σμικρὸς κύνα ἀγαθὴν ἐλάφου ἕνεκα διαφθαρῆναι.
 
ἀλλὰ τὰς ἐλάφους, ἔνθα τὰ πεδία εὐήλατα, ἐν μὲν Μυσοῖς καὶ ἐν Γέταις καὶ ἐν Σκυθίᾳ καὶ ἀνὰ τὴν Ἰλλυρίδα, ἀφʼ ἵππων τῶν Σκυθικῶν καὶ Ἰλλυρικῶν διώκουσιν· οὗτοι γὰρ ἐλαύνεσθαι μὲν τὰ πρῶτα οὐκ ἀγαθοί, ἀλλὰ κἂν πάνυ καταφρονήσειας ἰδὼν παραβάλλοντας ἵππῳ Θεσσαλῷ ἢ Σικελῷ ἢ Πελοποννησίῳ· διαπονούμενοι δὲ
 
ἐπίπαν ἀντέχουσιν. καὶ τότε ἂν ἴδοις τὸν μὲν ὠκὺν ἐκεῖνον ἵππον καὶ μέγαν καὶ σοβαρὸν ἀπαγορεύοντα, τὸν δὲ λεπτὸν καὶ ψωραλέον πρῶτα μὲν παραμείβοντα, ἔπειτα ἀπολείποντα, ἔπειτα ἐλαύνοντα τὸ θηρίον. ὃ δὲ ἐς τοσοῦτον ἄρα ἀντέχει, ἔστε ἀπαγορεῦσαι τὴν ἔλαφον.
 
ἀπαγορεύσασα δὲ καὶ χανοῦσα ὑπὸ ἀνοίας ἵσταται, καὶ ἔξεστιν ἤδη, εἰ μὲν βούλοιο, ἀκοντίσαι ἐγγύθεν ὡς πεπεδημένην, εἰ δὲ ἐθέλοις, καὶ ζώσῃ βρόχον περιβαλόντα ἄγειν.
 
ἐν δὲ Λιβύῃ ἀφʼ ἵππων τῶν Λιβυκῶν, οἳ δὴ Νομάδες καλοῦνται, οἵ τε ἄνδρες αὐτοὶ καὶ οἱ ἵπποι, ἀπὸ τούτων τῶν ἵππων μὴ ὅτι ἐλάφους αἱροῦσιν ἢ δορκάδας — ταῦτα μὲν γὰρ οὐδὲ διὰ πολλοῦ ἀγῶνος, οὐδὲ ἀγαθοὶ ἵπποι δοκοῦσιν οἱ τοιοῦτόν τι ἑλόντες — ἀλλὰ καὶ τοὺς ὄνους τοὺς ἀγρίους, οἳ δὴ ὠκύτητι διαφέροντές εἰσιν καὶ τῷ ἐπὶ μήκιστον ἀντέχειν θέοντες.
 
ὁπότε γοῦν ἐπὶ μέγαν βασιλέα ἤλαυνον οἱ ἅμα Κύρῳ τῷ Δαρείου Ἕλληνες, οἷς καὶ Ξενοφῶν συνεστράτευεν, λέγει Ξενοφῶν, ὅτε τὰ πεδία τὰ Ἀραβίων ἐξήνυον, ἀγέλας προφαίνεσθαι τῶν ὄνων τῶν ἀγρίων, καὶ ὑπὸ ἑνὸς μὲν ἱππέως μήποτε ἁλῶναι ὄνον ἄγριον, διισταμένους δὲ ἄλλους ἐπʼ ἄλλοις ἐλαύνειν, τοὺς δὲ πολλοῖς ἀντίσχοντας τελευτῶντας ἤδη ἀπαγορεύειν ὑπὸ καμάτου· οὕτως ἄρα καὶ Κύρῳ τῷ μεγάλου μὲν βασιλέως παιδί, μεγάλου δὲ βασιλέως ἀδελφῷ, οὐκ ἀγαθοὶ διώκειν ἵπποι ἦσαν.
 
Λιβύων δὲ παῖδες ὀκταέτεις ἔστιν οἳ αὐτῶν, οἳ δὲ οὐ πολλῷ πρεσβύτεροι, ἐπὶ γυμνῶν τῶν ἵππων ἐλαύνουσιν, ῥάβδῳ χρώμενοι ἐπʼ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ, καὶ ἐς τοσοῦτον ἄρα ἐφομαρτοῦσιν τοῖς ὄνοις τοῖς ἀγρίοις, ἔστε τελευτῶντες βρόχον περιβαλόντες τῷ θηρίῳ ἄγουσιν· τὸ δὲ ἕπεται ἡττημένον.
 
οὕτω τοι θηρῶσιν ὅσοις κύνες τε ἀγαθαὶ καὶ ἵπποι, οὐ πάγαις οὐδὲ ἄρκυσιν οὐδὲ βρόχοις οὐδὲ ἁπλῶς δόλοις καὶ σοφίσμασιν ἐξαπατῶντες τὰ θηρία, ἀλλʼ ἐκ τοῦ εὐθέος διαγωνιζόμενοι.
 
καὶ ἔστιν τὰ θεάματα, ἐμοὶ δοκεῖν, οὐδέν τι ἐκείνοις παραπλήσια, ἀλλὰ τὰ μὲν λῃστείᾳ ἢ κλοπῇ ἔοικεν, τὰ δὲ πολέμῳ τῷ ἀνὰ κράτος διαπολεμουμένῳ· καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς τὰ θηρία, οἳ δέ, καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττάλειαν ἢ αὖθις περὶ Κύπρον, οὕτω δὲ καὶ οὗτοι τῶν θηρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν. κυνὸς ἡλικία ἐς τὸ θεῖν.
 
θήλειαν μὲν μετὰ μῆνα ἑνδέκατον ἐξάγειν ἐπὶ θήραν, πρόσθεν δὲ ἔτι ἀπὸ δεκάτου μηνός, εἰ εὐπαγὴς τύχοι καὶ μὴ ὑγρομελής, λαγῶ ἀπὸ χειρὸς ἀφιέναι ἐν χωρίῳ περιφανεῖ, καὶ τὴν μὲν ἐγγύθεν ἐφιέναι τῷ λαγῷ τήν τε ὄψιν αὐτὴν ἐμπίμπλασθαι καὶ ἐγγὺς ὁρῶσαν μετʼ ἐλπίδος ἀγαθῆς πονεῖν,
 
κύνα δὲ ἄλλην τελείαν ἐφιέναι ὕστερον, ὡς μὴ ἐπὶ πολὺ κακοπαθῆσαι τὴν σκύλακα μηδὲ ἀπαγορεῦσαι ὑπὸ καμάτου. ἣ δὲ θαμινὰ καὶ εὐμαρῶς ἐξελίσσουσα τὸν λαγῶ παραδώσει τῇ σκύλακι. ἑλοῦσαν δὲ ἐᾶν σπαράξαι τοῖς ὀδοῦσιν, ἔστε κατακανεῖν.
 
ἐπειδὰν δὲ ἐξάγεσθαι ἤδη ὥραν ἔχῃ, πρῶτα μὲν τὰς ὁδοὺς βαδίζειν, ὅσαι τραχεῖαι αὐτῶν· ἀγαθὸν γὰρ τὸ μελέτημα ἐς τὸ πῆξαι τοὺς πόδας ταῖς κυσίν.
 
ἔπειτα ἵστασθαι τὸν ἔχοντα αὐτὴν ἐν χωρίῳ περιφανεῖ καὶ ὑπερδεξίῳ, καὶ φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι· τοῦτο γάρ τοι περὶ τῶν ἐς ἰχνείαν ἀσκουμένων κυνῶν παραινεῖ ὁ Ξενοφῶν ἐκεῖνος.
 
κύνα δὲ ὠκεῖαν εἰ μὴ ὁρῶσαν ἐπιλύσειας, πλάζεται καὶ σκιρτᾷ καὶ ἔκφρων γίγνεται καὶ ἀνασοβεῖται.
 
καὶ τοίνυν εἴ ποτε διαφύγοι αὐτὴν τελεωθεῖσαν ἤδη ὁ λαγώς, οὐκ ἀτρέμα ἔχει ἑαυτὴν οὐδὲ ἐπὶ τὸν κυναγωγὸν ἐπάνεισιν οὐδὲ ἀνακαλοῦντος ὑπακούει, ἀλλʼ ὑπὸ μελέτης τοῦ θεῖν ἐπὶ μηδενὶ εἰδῇ πλάζεται, καὶ μαινομένῃ ἔοικεν.
 
ἀλλʼ ἵστασθαι μὲν τὸν ἔχοντα τὴν σκύλακα ἐν χωρίῳ, ὁποῖον ἤδη μοι λέλεκται, κρυπτόμενον οἷ μάλιστα τεκμήραιτο ἄν τις ὅτι πονούμενος
 
ὁ λαγὼς ὑποκάμψας ἥξει. ἰδόντα δὲ διαπεπονημένον ἐγγύθεν ἐφιέναι, μὴ κατὰ στόμα· ἡ μὲν γὰρ κύων ἐξορμήσασα ἐπʼ εὐθὺ ἐξενεχθήσεται, ὁ δὲ λαγὼς ἐξελίξας εὐμαρῶς παραμείψει· τὴν δὲ πολὺ ἀπολειφθῆναι ἀνάγκη καὶ χαλεπῶς ὑποκάμψαι, καθάπερ αἱ τριήρεις εὐθυπλοοῦσαι οὐκ εὐμαρῶς ἐπικάμπτουσιν, εἰ μὴ ἀνεθείη τὸ πολὺ τῆς εἰρεσίας αὐταῖς,
 
ἀλλʼ ἐάσαντα παραμεῖψαι τὸν λαγῶ ἐκ τοὺ πλαγίου χρὴ ἐφιέναι. ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι, ἀλλʼ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ, λαγὼ ἐσθίειν. καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν, ἔπειτα πνιγεῖσαι ἀπώλοντο.
 
ἄρρενα δὲ μὴ πρόσθεν ἢ διέτη γενόμενον ἐξάγειν ἐπὶ θήραν· πολὺ γάρ τοι ὕστερον τοῖς ἄρρεσιν πήγνυται τὰ μέλη.
 
καὶ ὁ κίνδυνος οὐ σμικρός, ἀλλὰ πολλοὶ ἤδη πρὶν τελεωθῆναι ἀγωνισάμενοι πρὸ ὥρας ἀπώλοντο, καὶ μάλιστα δὴ ὅσοι γενναιότατοι· ὑπὸ γὰρ μένους τοσοῦτον ὅσον δύνανται θέουσιν.
 
τὰ δὲ ἄλλα ὡσαύτως παραφυλάσσειν, ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι λέλεκται ὅπως πρακτέον.
 
φυλάσσειν δὲ ἀπὸ ὀχείας ἐντὸς τῆσδε τῆς ἡλικίας· οὔτε γὰρ ἡ γονή πω αὐτοῖς πέπηγεν, ἀλλʼ ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά, καθάπερ ἡ τῶν παίδων, αὐτοί τε διαφθείρονται πάμπαν, ὡς μηδὲν ἔτι πράττοντα ὕστερον ὀρθῶσαι τὴν ἁμαρτίαν. ἀλλʼ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὥρᾳ ἂν εἴη τῇ συμμέτρῳ. ἐφιέσθων δὲ ὧδε. φυλάξαι χρὴ τὴν κύνα, ἐπειδὰν
 
ἀποκαθαρθῇ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλάβοιεν τὴν γονήν, τὸ πολὺ οὐ κρατοῦσιν, ἀλλʼ ἐκκλύζεται ὑπὸ τοῦ αἵματος, καθάπερ ταῖς γυναιξίν.
 
προσέχειν δὲ τὸν νοῦν ἐνταῦθα· βραχὺς γὰρ χρόνος διαγίγνεται, ἐν ᾧ οὐκέτι μὲν φέρεται αὐτῇ τὸ αἷμα, ἔτι δὲ φυλάσσει τὴν ἐπιθυμίαν. ἀγαθὴ δὲ τῇ θηλείᾳ ἡλικία ἡ ἀπὸ διέτους ἐς ἕβδομον ἔτος.
 
κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρα ὑπὸ κυνῶν ἐσπουδάσθη, ἐπιτυχῆ γενέσθαι λόγος.
 
μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν — ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν —, ἐφιέναι δὲ αὐτάς λαγῷ μηκέτι· κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖσαν.
 
καὶ τὸν ἄρρενα δὲ μὴ ἐφιέναι ἐπὶ λαγῶ ὡσαύτως, πρὶν ἀπὸ τοῦ καμάτου ἀμπαύσασθαι καὶ ῥωσθῆναι, ἑξήκοντα ἡμερῶν οὐ μεῖον· ἔπειτα ἐφιέναι ἐς ἀγῶνα οὐδὲν κωλύσει.
 
κρατίστη δὲ ὥρα ἐς σκυλακείαν ἡ τοῦ ἦρος· εὐκράτως γὰρ αὕτη μάλιστα ἔχει κρύους τε καὶ θάλπους. ὡς τὸ μὲν κρύος τοῖς σκυλακίοις οὐκ ἀγαθὸν ἐς ἀνατροφήν, ἄλλως τε καὶ ἀπορίᾳ γάλακτος· τὸ δὲ καῦμα ταῖς μητράσιν χαλεπὸν ἐν τῇ ἀνατροφῇ· τὸ φθινόπωρον δὲ ταύτῃ χεῖρον τοῦ ἦρος, ὅτι χειμὼν ἐπιλαμβάνει τὰ σκυλάκια πρὶν παγῆναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi