pr.
κβ Ὅτι οὐ χρὴ ἐπιλύειν κύνας νεογνῷ θηράματι.
pr.
κγ Πῶς θηρατέον ἐλάφους ἢ ἄλλο τι μέγιστον.
pr.
κδ Ὅπως Λίβυες μεθʼ ἵππων αἱροῦσιν τὰ μεγάλα θηράματα.
pr.
κε Περὶ τοῦ ἀφʼ οἵας ἡλικίας δεῖ ἐξάγειν εἰς θήραν τὰς θηλείας κύνας.
pr.
κς Περὶ ἀρρένων κυνῶν, ἀφʼ οἵας ἡλικίας χρεῶν αὐτοὺς ἐπὶ θήραν ἐξάγειν.
pr.
κζ Πῶς ἐπὶ ὀχείαν ἀκτέον τὰς κύνας.
pr.
κη Ὅτι, εἴ τις ὁρῴη τὴν μῖξιν τῶν κυνῶν, οὐκ ἐπιτελεῖται γόνιμος.
pr.
κθ Περὶ καιροῦ πρὸς σκυλακείαν ἐπιτηδείου.
pr.
λ Πῶς μετὰ τὸ τεκεῖν ἐπαναληπτέον εἰς τὸ ἐξ ἀρχῆς τὸν δρόμον τῶν κυνῶν.
pr.
λα Περὶ ὧν Ξενοφῶν ὑπὲρ ἀνατροφῆς διατάττεται.
pr.
λβ Διαφοραὶ ἄρρενος καὶ θηλείας κυνός.
pr.
λγ Ὅτι δεῖ τοὺς κυνηγέτας θύειν τῇ Ἀρτέμιδι.
pr.
λδ Περὶ τοῦ Κελτῶν νόμου καὶ τοῦ ὑπʼ αὐτῶν γινομένου ἐράνου τῇ Ἀρτέμιδι.
pr.
λε Παραίνεσις πρὸς τὸ θύειν τοῖς ἐφόροις τῶν ἐν ἀνθρώποις ἐπιτηδευμάτων.
pr.
λς Ἐξ Ὁμήρου μαρτύρια, ὅτι χρὴ θύειν τοῖς τῶν πραγμάτων εὑρεταῖς ἐν τῇ τῶνδε μεταχειρίσει.
1.1
Ξενοφῶντι τῷ Γρύλλου λέλεκται μὲν ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθʼ ὅ τι ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα· καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις, ὅσα πάγῃ ἁλωτά.