Thesauros Edebiyat Tarih Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
16.4 οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλʼ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί. καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος,
16.5 καὶ καταφυγόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας καὶ ἐπτηχότα καὶ ἀπαγορεύοντα ἰδόντες οἳ δὲ ἀνακαλοῦσιν τὰς κύνας, καὶ μάλιστα δή, εἰ καλῶς διαγωνίσαιτο. ὥστε πολλάκις ἤδη ἔγωγε ἐφʼ ἵππου ἐφομαρτῶν τῷ δρόμῳ καὶ ἁλόντι ἐπελθὼν ζῶντα ἀφειλόμην, καὶ ἀφελόμενος καὶ δήσας τὴν κύνα ἀφῆκα διαφυγεῖν τὸν λαγῶ. καὶ εἰ ὕστερος ἀφικόμην ἢ ὥστε διασῶσαι, ἔπαισα τὴν κεφαλήν, ὅτι ἀνταγωνιστὴν ἄρα ἀγαθὸν ἀπώλεσαν αἱ κύνες.
16.6 καὶ τούτου μόνου ἕνεκα οὐ σύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλʼ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, συγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη· ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλʼ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη.
16.7 ἀλλʼ ἐκείνῳ γε τῷ Ξενοφῶντι, οὐκ ἐγνωκότι τὰς ὠκείας κύνας, συγγνωστὸν εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαίνετο.
16.8 ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη· ὥστε κἂν ἄναυδον κύνα ῥῆξαι φωνήν, οὐ μεῖον ἤ, ὡς λόγος, τὸν Κροίσου υἱέα.
17.1 καὶ τὴν κύνα δὲ ἀνακαλεῖν ἀγαθόν· χαίρουσιν γὰρ τὴν φωνὴν τοῦ δεσπότου γνωρίζουσαι, καὶ παραμυθίαν ἴσχουσιν τῶν τόνων τὸ γιγνώσκειν ὅτι θεατὴς αὐταῖς πάρεστιν καὶ ὅτι οὐ λανθάνουσιν ἀγωνιζόμεναι καλῶς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi