Thesauros Edebiyat Tarih Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
9.2 ταῦτα δὲ γνοίη ἂν ὁ συναναπαυόμενος. κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν, πολὺ δὲ πλέον, εἰ καὶ ἐπιψαύουσαι ἀλλήλων ἀναπαύοιντο· ὡς ἄνθρωπος μὲν συγκαθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν· κύνες δὲ ἐν ταὐτῷ ἀναπαυόμεναι ὅ τι περ πονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπάξουσιν· ὥστε φώρας ἐμπίμπλασθαι τὸ πολύ, ὁπότε ἐν ταὐτῷ ἀναπαύοιντο.
9.3 δηλοῖ δὲ καὶ ἡ ὀδμή, ἐπειδὰν ἐσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται· οὕτω χαλεπή τέ ἐστιν καὶ δριμεῖα.
10.1 μέγα δὲ ὄφελος κυνὶ καὶ τρῖψις τοῦ σώματος παντός, οὐ μεῖον ἢ ἵππῳ· τά τε γὰρ μέλη πῆξαι καὶ ῥῶσαι ἀγαθή, καὶ τὴν τρίχα μαλθακὴν ἐργάζεται καὶ τὴν χρόαν στιλπνήν, καὶ τοῦ χρωτὸς ἀποκαθαίρει ὅ τι περ πονηρόν.
10.2 τρίβειν δὲ τὰ μὲν νῶτα καὶ τὴν ὀσφὺν τῇ δεξιᾷ, ὑποθέντα τὴν ἀριστερὰν τῇ λαγόνι, ὡς μὴ ἐπιθλιβομένην ἄνωθεν τὴν κύνα ὀκλάζουσαν κακοπαθεῖν·
10.3 τὰς δὲ πλευρὰς ἑκατέρᾳ τῇ χειρί, καὶ τοὺς γλουτοὺς μέχρι ἄκρων τῶν ποδῶν, καὶ τὰς ὠμοπλάτας ὡσαύτως.
10.4 ἐπειδὰν δʼ ἱκανῶς φαίνωνται ἔχειν, ἐπαίρειν τῆς οὐρᾶς λαβόμενον καὶ ἀνατείναντα ἀφιέναι· ἣ δὲ διασείσεταί τε ἀφεθεῖσα καὶ δήλη ἔσται ὅτι ἠγάπησεν τὸ πραχθέν.
11.1 δεδέσθαι δὲ κύνα γενναίαν διʼ ἡμέρας, ὥσπερ τι ἄλλο, ἀγαθόν· εἰ δὲ μή, ἀναγώγους ἀποτελεῖσθαι ἀνάγκη. καὶ εἴ ποτε ἄρα δεσμοῦ δεηθεῖεν, ἀσχάλλουσιν καὶ κλαυθμυρίζονται καὶ ἀπεσθίουσιν τοὺς ἱμάντας· ὥστε σιδήρου δεῖν ἐπʼ αὐταῖς, καθάπερ ἐπὶ ἀνθρώποις τοῖς
11.2 κακούργοις. καὶ ἐσθίειν δὲ ἀνάγκη λελυμένην κύνα πᾶν τὸ ἐμπεσόν, καὶ τὸ ἀκμαῖον τοῦ δρόμου ἀφαιρεῖται αὐτῶν ὁ διʼ ἡμέρας περίπατος. ἀλλὰ χρὴ τεταγμένα μὲν περιπατεῖν, τὸ πολὺ δὲ ἀμπαύεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi