Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
6.1 ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πιστὰ φαίνεσθαι ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν· ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες οὐ πάντη ἄπιστοί εἰσιν.
6.2 ἐπεὶ καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοιόνδε.
6.3 οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, καὶ οὔτε τι νήχεσθαι ἐν αὐτῷ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνετν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.
6.4 ὕεται δὲ ἡ Ἰνδῶν γῆ τοῦ θέρεος, μάλιστα μὲν τὰ οὔρεα, Παραπάμισός τε καὶ Ἠμωδὸς καὶ τὸ Ἰμαϊκὸν οὖρος, καὶ ἀπὸ τούτων μεγάλοι καὶ θολεροὶ οἱ ποταμοὶ ῥέουσιν.
6.5 ὕεται δὲ τοῦ θέρεος καὶ τὰ πεδία τῶν Ἰνδῶν, ὥστε λιμνάζει τὰ πολλὰ αὐτῶν. καὶ ἔφυγεν ἡ Ἀλεξάνδρου στρατιὴ ἀπὸ τοῦ Ἀκεσίνου ποταμοῦ μέσου θέρεος, ὑπερβαλόντος τοῦ
6.6 ὕδατος ἐς τὰ πεδία, ὥστε ἀπὸ τῶνδε ἔξεστι τεκμηριοῦσθαι καὶ τοῦ Νείλου τὸ πάθημα, ὅτι οἰκὸς ὕεσθαι τὰ Αἰθιόπων οὔρεα τοῦ θέρεος, καὶ ἀπʼ ἐκείνων ἐμπιμπλάμενον τὸν Νεῖλον ὑπερβάλλειν ὑπὲρ τὰρ ὄχθας ἐς τὴν γῆν τὴν Αἰγυπτίην.
6.7 θολερὸς ὦν καὶ οὗτος ῥέει ἐν τῇδε τῇ ὥρῃ, ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκομένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὥρῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ· ἄλλως τε οὐδὲ χιονόβλητα εἴη τὰ Αἰθιόπων οὔρεα ὑπὸ καύματος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi