Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
32.8 καὶ ἀπὸ τοῦ αἰγιαλοῦ τούτου, ἵναπερ ὁ στόλος ἐσάλευε, καὶ τῆς ἄκρης, ἥντινα καταντικρὺ ἀπεώρων ανέχουσαν ἐς τὸ πέλαγος, ὁ κόλπος — ἐμοί τε δοκέει καὶ Νεάρχῳ ὡσαύτως ἐδόκεεν — ἐς τὸ ἔσω ἀναχέεται, ὅπερ οἰκὸς ἡ Ἐρυθρὴ θάλασσα.
32.9 ταύτην τὴν ἄκρην ὡς κατεῖδον, Ὀνησίκριτος μὲν ἐπέχοντας ἐπʼ αὐτὴν πλώειν ἐκέλευεν, ὡς μὴ κατὰ τὸν κόλπον ἐλαστρεῦντας ταλαιπωρέεσθαι.
32.10 Νέαρχος δὲ ὑποκρίνεται νήπιον εἶναι Ὀνησίκριτον, εἰ ἀγνοέει ἐπʼ ὅτῳ ἐστάλη πρὸς Ἀλεξάνδρου ὁ στόλος.
32.11 οὐ γὰρ ὅτι ἀπορίη ἦν πεζῇ διασωθῆναι πάντα αὐτῷ τὸν στρατόν, ἐπὶ τῷδε ἄρα ἐκπέμψαι τὰς νέας, ἀλλὰ ἐθέλοντα αἰγιαλούς τε τοὺς κατὰ τὸν παράπλοον κατασκέψασθαι καὶ ὅρμους καὶ νησῖδας, καὶ ὅστις κόλπος ἐσέχοι, ἐκπεριπλῶσαι τοῦτον, καὶ πόλιας ὅσαι ἐπιθαλάσσιαι, καὶ εἴ τις ἔγκαρπος γῆ καὶ εἴ τις ἐρήμη.
32.12 σφᾶς ὦν οὐ χρῆναι ἀφανίσαι τὸ ἔργον, πρὸς τέρματι ἤδη ἐόντας τῶν πόνων, ἄλλως τε οὐδὲ ἀπόρως ἔτι τῶν ἀναγκαίων ἐν τῷ παραπλόῳ ἔχοντας. δεδιέναι τε, ἐπεὶ ἡ ἄκρη ἐς μεσαμβρίην ἀνέχοι, μὴ ἐρήμῃ τε τῇ ταύτῃ γῇ καὶ ἀνύδρῳ καὶ φλογώδεϊ ἐγκύρσειαν.
32.13 ταῦτα ἐνίκα, καί μοι δοκέει περιφανέως σῶσαι τὴν στρατιὴν τῇδε τῇ βουλῇ Νέαρχος· τὴν γὰρ δὴ ἄκρην ἐκείνην καὶ τὴν πρὸς αὐτῇ χώρην πᾶσαν ἐρήμην τε εἶναι λόγος κατέχει καὶ ὕδατος ἀπορίῃ ἔχεσθαι.
33.1 ἀλλὰ ἔπλωον γὰρ ἀπὸ τοῦ αἰγιαλοῦ ἄραντες τῇ γῇ προσεχέες, καὶ πλώσαντες σταδίους ὡς ἑπτακοσίους ἐν ἄλλῳ αἰγιαλῷ ὡρμίσαντο· Νεόπτανα οὔνομα τῷ αἰγιαλῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi