24.4
καὶ τούτους Νέαρχος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλεος, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπʼ αὐτέων ἐξικνέεσθαι· αἱ γὰρ τῶν βαρβάρων λόγχαι ἀγχέμαχοι μὲν ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν.
24.5
αὐτὸς δὲ τῶν στρατιωτέων ὅσοι αὐτοὶ τε κουφότατοι καὶ κουφότατα ὡπλισμένοι τοῦ τε νέειν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος.
24.6
πρόσταγμα δέ σφισιν ἦν, ὅκως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι, προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον, μηδὲ ἐμβάλλειν πρόσθε ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν φάλαγγα· τότε δὲ δρόμῳ ἐπιέναι ἀλαλάζοντας.
24.7
ἅμα δὲ ἐρρίπτεον ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοὶ τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ τῶν νεῶν συνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανέων βέλεα ἐφέρετο ἐς τοὺς βαρβάρους.
24.8
οἳ δὲ τήν τε λαμπρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελέων βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται· ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ οὔρεα.