21.1
ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, ἃ δὴ τοῦ θέρεος2τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ὡς ἐπὶ τὴν γῆν, καὶ ταύτῃ ἄπορον τὸν πλόον ποιέοντα, τότε δὴ ὥρμηντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι τοῦ Βοηδρομιῶνος μηνός, κατʼ ὅτι Ἀθηναῖοι ἄγουσιν· ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον, %2%2 τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου.
21.2
θύει δὲ καὶ Νέαρχος πρὸ τῆς ἀναγωγῆς Διὶ Σωτῆρι, καὶ ἀγῶνα ποιέει καὶ οὗτος γυμνικόν. ἄραντες δὲ ἀπὸ τοῦ ναυστάθμου τῇ πρώτῃ ἡμέρῃ κατὰ τὸν Ἰνδὸν ὁρμίζονται ποταμὸν πρὸς διώρυχι μεγάλῃ, καὶ μένουσιν αὐτοῦ δύο ἡμέρας· Στοῦρα δὲ οὔνομα ἦν τῷ χώρῳ· στάδιοι ἀπὸ τοῦ ναυστάθμου ἐς ἑκατόν.
21.3
τῇ τρίτῃ δὲ ἄραντες ἔπλωον ἔστε ἐπὶ διώρυχα ἄλλην σταδίους τριήκοντα, ἁλμυρὴν ἤδη ταύτην τὴν διώρυχα· ἀνῄει γὰρ ἡ θάλασσα ἐς αὐτήν, μάλιστα μὲν ἐν τῇσι πλημμύρῃσιν, ὑπέμενε δὲ καὶ ἐν τῇσιν ἀμπώτεσι τὸ ὕδωρ μεμιγμένον τῷ ποταμῷ· Καύμαρα δὲ οὔνομα ἦν τῷ χώρῳ.
21.4
ἐνθένδε εἴκοσι σταδίους καταπλώσαντες ἐς Κορέεστιν ὁρμίζονται ἔτι κατὰ τὸν ποταμόν. ἐνθένδε ὁρμηθέντες ἔπλωον οὐκ ἐπὶ πολλόν·
21.5
ἕρμα γὰρ ἐφάνη αὐτοῖσι κατὰ τὴν ἐκβολὴν τὴν ταύτῃ τοῦ Ἰνδοῦ, καὶ τὰ κύματα ἐρρόχθεε πρὸς τῇ ἠιόνι, καὶ ἡ ἠιὼν αὕτη τρηχέα ἦν.
21.6
ἀλλὰ ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος, ταύτῃ διώρυχα ποιήσαντες ἐπὶ σταδίους πέντε, διῆγον τὰς νέας, ἐπειδὴ ἡ πλήμμυρα ἐπῆλθεν ἡ ἐκ τοῦ πόντου.
21.7
ἐκπεριπλώσαντες δὲ σταδίους πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται ἐς Κρώκαλα νῆσον ψαμμώδεα, καὶ μένουσιν αὐτοῦ τὴν ἄλλην ἡμέρην.