Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
15.6 ἐκείνους δέ — εἶναι γὰρ ἀλωπέκων μέζονας — πρὸς λόγον τοῦ μεγάθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν.
15.7 ἀλλὰ Μεγασθένης τε ἀκοὴν ἀπηγέεται, καὶ ἐγὼ ὅτι οὐδὲν τούτου ἀτρεκέστερον ἀναγράψαι ἔχω, ἀπίημι ἑκὼν τὸν ὑπὲρ τῶν μυρμήκων λόγον.
15.8 σιττακοὺς δὲ Νέαρχος μὲν ὡς δή τι θῶμα ἀπηγέεται ὅτι γίνονται ἐν τῇ Ἰνδῶν τῇ, καὶ ὁκοῖος ὄρνις ἐστὶν ὁ σιττακός, καὶ ὅκως φωνὴν ἵει ἀνθρωπίνην.
15.9 ἐγὼ δὲ ὅτι αὐτός τε πολλοὺς ὀπώπεα καὶ ἄλλους ἐπισταμένους ᾔδεα τὸν ὄρνιθα, οὐδὲν ὡς ὑπὲρ ἀτόπου δῆθεν ἀπηγήσομαι· οὐδὲ ὑπὲρ τῶν πιθήκων τοῦ μεγάθεος, ἢ ὅτι καλοὶ παρʼ Ἰνδοῖσι πίθηκοί εἰσιν, οὐδὲ ὅκως θηρέονται ἐρέω. καὶ γὰρ ταῦτα γνώριμα ἐρέω, πλήν γε δὴ ὅτι καλοί κου πίθηκοί εἰσι.
15.10 καὶ ὄφιας δὲ λέγει Νέαρχος θηρευθῆναι αἰόλους μὲν καὶ ταχέας, μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγένεος, πήχεων ὡς ἑκκαίδεκα· αὐτοὺς δὲ τοὺς Ἰνδοὺς πολὺ μέζονας τούτων λέγειν εἶναι τοὺς μεγίστους ὄφιας.
15.11 ὅσοι δὲ ἰητροὶ Ἕλληνες, τούτοισιν οὐδὲν ἄκος ἐξεύρητο ὅστις ὑπὸ ὄφιος δηχθείη Ἰνδικοῦ· ἀλλὰ αὐτοὶ γὰρ οἱ Ἰνδοὶ ἰῶντο τοὺς πληγέντας. καὶ ἐπὶ τῷδε Νέαρχος λέγει ὅτι συλλελεγμένους ἀμφʼ ἑωυτὸν εἶχεν Ἀλέξανδρος Ἰνδῶν ὅσοι ἰητρικὴν σοφώτατοι, καὶ ἐκεκήρυκτο ἀνὰ τὸ στρατόπεδον, ὅστις δηχθείη, ἐπὶ τὴν σκηνὴν φοιτᾶν τὴν τοῦ βασιλέος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi