Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
13.7 ἐπεὰν ὦν τῷ ἕρκεϊ πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῆς ὀδμῆς αἰσθόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτʼ ἄν τῇ γεφύρῃ ἐπιτύχωσι. κατὰ ταύτην ἐς τὸ ἕρκος ὠθέονται.
13.8 οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἱ μὲν αὐτῶν τὴν γέφυραν ὀξέως ἀπεῖλον, οἱ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεϊ ἔχονται οἳ δὲ ἀκούσαντες ἐπιβαίνουσι τῶν κρατίστων τε καὶ χειροηθεστάτων ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλὰ ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψεϊ δουλωθῆναι.
13.9 εὖτʼ ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐπὶ τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη κατίσταται καρτερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας·
13.10 ἔπειτα κρατέονται μὲν κατὰ τὸ οἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι.
13.11 οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν, ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς2κολάζειν πολλῇσιν, ἔστʼ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi