Thesauros Edebiyat Tarih Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
13.1 θηρέουσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία κατάπερ καὶ Ἕλληνες, ἡ δὲ τῶν ἐλεφάντων σφιν θήρη οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι θηρίοισιν ἐπέοικεν.
13.2 ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐναυλίσασθαι. τῆς δὲ τάφρου τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας.
13.3 τὸν δὲ χόον ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλεα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες ἀντὶ
13.4 τείχεος διαχρέονται, αὐτοὶ δὲ ἐπὶ τῷ χώματι τῷ ἐπὶ τοῦ χείλεος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέονται, καὶ διὰ τούτων ὀπὰς ὑπολείπονται· διʼ ὧν φάος τε αὐτοῖσιν ἐσέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσελαύνοντα ἐς τὸ ἕρκος σκέπτονται.
13.5 ἐνθαῦτα ἐντὸς τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσσαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν ἔσοδον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν τάφρον· καὶ ταύτῃ χόον τε καὶ ποίην πολλὴν ἐπιφορέουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν, μὴ τινα δόλον ὀισθῶσιν.
13.6 αὐτοὶ μὲν ὦν ἐκποδὼν σφᾶς ἔχουσι κατὰ τῶν σκηνέων τῶν ἐπὶ τῇ τάφρῳ δεδυκότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκεομένοισι, νύκτωρ δὲ πλανέονταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi