Thesauros Edebiyat Tarih Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Kitap 5

23.2 καὶ ἀπὸ μὲν τῶν πρώτων ἁμαξῶν οὐ χαλεπῶς ἐβιάσαντο οἱ Μακεδόνες τοὺς Ἰνδούς· πρὸ δὲ τῶν δευτέρων οἱ Ἰνδοὶ παραταξάμενοι ῥᾷον ἀπεμάχοντο, οἶα δὴ πυκνότεροί τε ἐφεστηκότες ἐλάττονι τῷ κύκλῳ καὶ τῶν Μακεδόνων οὐ κατʼ εὐρυχωρίαν ὡσαύτως προσαγόντων σφίσιν, ἐν ᾧ τάς τε πρώτας ἁμάξας ὑπεξῆγον καὶ κατὰ τὰ διαλείμματα αὐτῶν ὡς ἑκάστοις προὐχώρει ἀτάκτως προσέβαλλον· ἀλλὰ καὶ ἀπὸ τούτων ὅμως ἐξώσθησαν οἱ Ἰνδοὶ βιασθέντες πρὸς τῆς φάλαγγος.
23.3 οἱ δὲ οὐκέτι ἐπὶ τῶν τρίτων ἔμενον, ἀλλὰ ὡς τάχους εἶχον φυγῇ εἰς τὴν πόλιν κατεκλείσθησαν. καὶ Ἀλέξανδρος ταύτην μὲν τὴν ἡμέραν περιεστρατοπέδευσε τοῖς πεζοῖς τὴν πόλιν ὅσα γε ἠδυνήθη αὐτῷ περιβαλεῖν ἡ φάλαγξ· ἐπὶ πολὺ γὰρ ἐπέχον τὸ τεῖχος τῷ στρατοπέδῳ κυκλώσασθαι οὐ δυνατὸς ἐγένετο·
23.4 κατὰ δὲ τὰ διαλείποντα αὐτοῦ, ἵνα καὶ λίμνη οὐ μακρὰν τοῦ τείχους ἦν, τοὺς ἱππέας ἐπέταξεν ἐν κύκλῳ τῆς λίμνης, γνοὺς οὐ βαθεῖαν οὖσαν τὴν λίμνην καὶ ἅμα εἰκάσας ὅτι φοβεροὶ γενόμενοι οἱ Ἰνδοὶ ἀπὸ τῆς προτέρας ἥττης ἀπολείψουσι τῆς νυκτὸς τὴν πόλιν.
23.5 καὶ συνέβη οὕτως ὅπως εἴκασεν· ἀμφὶ γὰρ δευτέραν φυλακὴν ἐκπίπτοντες ἐκ τοῦ τείχους οἱ πολλοὶ αὐτῶν ἐνέκυρσαν ταῖς προφυλακαῖς τῶν ἱππέων· καὶ οἱ μὲν πρῶτοι αὐτῶν κατεκόπησαν πρὸς τῶν ἱππέων, οἱ δὲ ἐπὶ τούτοις αἰσθόμενοι ὅτι φυλάσσεται ἐν κύκλῳ ἡ λίμνη ἐς τὴν πόλιν αὖθις ἀνεχώρησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi